Loading...

Textus Receptus Bibles

Textus Receptus (Beza 1598)

New Testament

 

   

25:1τοτε ομοιωθησεται η βασιλεια των ουρανων δεκα παρθενοις αιτινες λαβουσαι τας λαμπαδας αυτων εξηλθον εις απαντησιν του νυμφιου
25:2πεντε δε ησαν εξ αυτων φρονιμοι και αι πεντε μωραι
25:3αιτινες μωραι λαβουσαι τας λαμπαδας εαυτων ουκ ελαβον μεθ εαυτων ελαιον
25:4αι δε φρονιμοι ελαβον ελαιον εν τοις αγγειοις αυτων μετα των λαμπαδων αυτων
25:5χρονιζοντος δε του νυμφιου ενυσταξαν πασαι και εκαθευδον
25:6μεσης δε νυκτος κραυγη γεγονεν ιδου ο νυμφιος ερχεται εξερχεσθε εις απαντησιν αυτου
25:7τοτε ηγερθησαν πασαι αι παρθενοι εκειναι και εκοσμησαν τας λαμπαδας αυτων
25:8αι δε μωραι ταις φρονιμοις ειπον δοτε ημιν εκ του ελαιου υμων οτι αι λαμπαδες ημων σβεννυνται
25:9απεκριθησαν δε αι φρονιμοι λεγουσαι μηποτε ουκ αρκεση ημιν και υμιν πορευεσθε δε μαλλον προς τους πωλουντας και αγορασατε εαυταις
25:10απερχομενων δε αυτων αγορασαι ηλθεν ο νυμφιος και αι ετοιμοι εισηλθον μετ αυτου εις τους γαμους και εκλεισθη η θυρα
25:11υστερον δε ερχονται και αι λοιπαι παρθενοι λεγουσαι κυριε κυριε ανοιξον ημιν
25:12ο δε αποκριθεις ειπεν αμην λεγω υμιν ουκ οιδα υμας
25:13γρηγορειτε ουν οτι ουκ οιδατε την ημεραν ουδε την ωραν εν η ο υιος του ανθρωπου ερχεται
25:14ωσπερ γαρ ανθρωπος αποδημων εκαλεσεν τους ιδιους δουλους και παρεδωκεν αυτοις τα υπαρχοντα αυτου
25:15και ω μεν εδωκεν πεντε ταλαντα ω δε δυο ω δε εν εκαστω κατα την ιδιαν δυναμιν και απεδημησεν ευθεως
25:16πορευθεις δε ο τα πεντε ταλαντα λαβων ειργασατο εν αυτοις και εποιησεν αλλα πεντε ταλαντα
25:17ωσαυτως και ο τα δυο εκερδησεν και αυτος αλλα δυο
25:18ο δε το εν λαβων απελθων ωρυξεν εν τη γη και απεκρυψεν το αργυριον του κυριου αυτου
25:19μετα δε χρονον πολυν ερχεται ο κυριος των δουλων εκεινων και συναιρει μετ αυτων λογον
25:20και προσελθων ο τα πεντε ταλαντα λαβων προσηνεγκεν αλλα πεντε ταλαντα λεγων κυριε πεντε ταλαντα μοι παρεδωκας ιδε αλλα πεντε ταλαντα εκερδησα επ αυτοις
25:21εφη δε αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου
25:22προσελθων δε και ο τα δυο ταλαντα λαβων ειπεν κυριε δυο ταλαντα μοι παρεδωκας ιδε αλλα δυο ταλαντα εκερδησα επ αυτοις
25:23εφη αυτω ο κυριος αυτου ευ δουλε αγαθε και πιστε επι ολιγα ης πιστος επι πολλων σε καταστησω εισελθε εις την χαραν του κυριου σου
25:24προσελθων δε και ο το εν ταλαντον ειληφως ειπεν κυριε εγνων σε οτι σκληρος ει ανθρωπος θεριζων οπου ουκ εσπειρας και συναγων οθεν ου διεσκορπισας
25:25και φοβηθεις απελθων εκρυψα το ταλαντον σου εν τη γη ιδε εχεις το σον
25:26αποκριθεις δε ο κυριος αυτου ειπεν αυτω πονηρε δουλε και οκνηρε ηδεις οτι θεριζω οπου ουκ εσπειρα και συναγω οθεν ου διεσκορπισα
25:27εδει ουν σε βαλειν το αργυριον μου τοις τραπεζιταις και ελθων εγω εκομισαμην αν το εμον συν τοκω
25:28αρατε ουν απ αυτου το ταλαντον και δοτε τω εχοντι τα δεκα ταλαντα
25:29τω γαρ εχοντι παντι δοθησεται και περισσευθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται απ αυτου
25:30και τον αχρειον δουλον εκβαλλετε εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
25:31οταν δε ελθη ο υιος του ανθρωπου εν τη δοξη αυτου και παντες οι αγιοι αγγελοι μετ αυτου τοτε καθισει επι θρονου δοξης αυτου
25:32και συναχθησεται εμπροσθεν αυτου παντα τα εθνη και αφοριει αυτους απ αλληλων ωσπερ ο ποιμην αφοριζει τα προβατα απο των εριφων
25:33και στησει τα μεν προβατα εκ δεξιων αυτου τα δε εριφια εξ ευωνυμων
25:34τοτε ερει ο βασιλευς τοις εκ δεξιων αυτου δευτε οι ευλογημενοι του πατρος μου κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου
25:35επεινασα γαρ και εδωκατε μοι φαγειν εδιψησα και εποτισατε με ξενος ημην και συνηγαγετε με
25:36γυμνος και περιεβαλετε με ησθενησα και επεσκεψασθε με εν φυλακη ημην και ηλθετε προς με
25:37τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν η διψωντα και εποτισαμεν
25:38ποτε δε σε ειδομεν ξενον και συνηγαγομεν η γυμνον και περιεβαλομεν
25:39ποτε δε σε ειδομεν ασθενη η εν φυλακη και ηλθομεν προς σε
25:40και αποκριθεις ο βασιλευς ερει αυτοις αμην λεγω υμιν εφ οσον εποιησατε ενι τουτων των αδελφων μου των ελαχιστων εμοι εποιησατε
25:41τοτε ερει και τοις εξ ευωνυμων πορευεσθε απ εμου οι κατηραμενοι εις το πυρ το αιωνιον το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου
25:42επεινασα γαρ και ουκ εδωκατε μοι φαγειν εδιψησα και ουκ εποτισατε με
25:43ξενος ημην και ου συνηγαγετε με γυμνος και ου περιεβαλετε με ασθενης και εν φυλακη και ουκ επεσκεψασθε με
25:44τοτε αποκριθησονται αυτω και αυτοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα η διψωντα η ξενον η γυμνον η ασθενη η εν φυλακη και ου διηκονησαμεν σοι
25:45τοτε αποκριθησεται αυτοις λεγων αμην λεγω υμιν εφ οσον ουκ εποιησατε ενι τουτων των ελαχιστων ουδε εμοι εποιησατε
25:46και απελευσονται ουτοι εις κολασιν αιωνιον οι δε δικαιοι εις ζωην αιωνιον
Textus Receptus (Beza 1598)

Textus Receptus (Beza 1598)

Theodore Beza, Novum Testamentum. 4th folio edition. Geneva, 1598.

The basis of Beza's text was the Stephanus 1551 edition (which adds verse numbering to his 1550 edition), which in turn was substantially that of Erasmus' later editions. Beza made only a few minor changes to the Stephanus text, amounting to less than a hundred. Over a dozen of these changes where to the Bible book titles and did not affect the body of the text. Further to this, many of his changes where to diacritical accent markings which had little or no affect on any subsequent translation to English.

Beza was a prominent theologian and scholar in Geneva, and his changes were generally taken to be improvements upon the text. Despite his qualifications, he seems not to have applied himself to the improvement of the Stephanus text but his annotations to the text where of interest to later scholars. His 1598 text was the one most often followed by the translators of the King James version, and it also became the basis of the later Elzevir editions of 1624, which on the continent held a place comparable to the Stephanus editions in England.