Loading...

Textus Receptus Bibles

Textus Receptus (Beza 1598)

New Testament

 

   

16:1και προσελθοντες οι φαρισαιοι και σαδδουκαιοι πειραζοντες επηρωτησαν αυτον σημειον εκ του ουρανου επιδειξαι αυτοις
16:2ο δε αποκριθεις ειπεν αυτοις οψιας γενομενης λεγετε ευδια πυρραζει γαρ ο ουρανος
16:3και πρωι σημερον χειμων πυρραζει γαρ στυγναζων ο ουρανος υποκριται το μεν προσωπον του ουρανου γινωσκετε διακρινειν τα δε σημεια των καιρων ου δυνασθε
16:4γενεα πονηρα και μοιχαλις σημειον επιζητει και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου και καταλιπων αυτους απηλθεν
16:5και ελθοντες οι μαθηται αυτου εις το περαν επελαθοντο αρτους λαβειν
16:6ο δε ιησους ειπεν αυτοις ορατε και προσεχετε απο της ζυμης των φαρισαιων και σαδδουκαιων
16:7οι δε διελογιζοντο εν εαυτοις λεγοντες οτι αρτους ουκ ελαβομεν
16:8γνους δε ο ιησους ειπεν αυτοις τι διαλογιζεσθε εν εαυτοις ολιγοπιστοι οτι αρτους ουκ ελαβετε
16:9ουπω νοειτε ουδε μνημονευετε τους πεντε αρτους των πεντακισχιλιων και ποσους κοφινους ελαβετε
16:10ουδε τους επτα αρτους των τετρακισχιλιων και ποσας σπυριδας ελαβετε
16:11πως ου νοειτε οτι ου περι αρτου ειπον υμιν προσεχειν απο της ζυμης των φαρισαιων και σαδδουκαιων
16:12τοτε συνηκαν οτι ουκ ειπεν προσεχειν απο της ζυμης του αρτου αλλ απο της διδαχης των φαρισαιων και σαδδουκαιων
16:13ελθων δε ο ιησους εις τα μερη καισαρειας της φιλιππου ηρωτα τους μαθητας αυτου λεγων τινα με λεγουσιν οι ανθρωποι ειναι τον υιον του ανθρωπου
16:14οι δε ειπον οι μεν ιωαννην τον βαπτιστην αλλοι δε ηλιαν ετεροι δε ιερεμιαν η ενα των προφητων
16:15λεγει αυτοις υμεις δε τινα με λεγετε ειναι
16:16αποκριθεις δε σιμων πετρος ειπεν συ ει ο χριστος ο υιος του θεου του ζωντος
16:17και αποκριθεις ο ιησους ειπεν αυτω μακαριος ει σιμων βαρ ιωνα οτι σαρξ και αιμα ουκ απεκαλυψεν σοι αλλ ο πατηρ μου ο εν τοις ουρανοις
16:18καγω δε σοι λεγω οτι συ ει πετρος και επι ταυτη τη πετρα οικοδομησω μου την εκκλησιαν και πυλαι αδου ου κατισχυσουσιν αυτης
16:19και δωσω σοι τας κλεις της βασιλειας των ουρανων και ο εαν δησης επι της γης εσται δεδεμενον εν τοις ουρανοις και ο εαν λυσης επι της γης εσται λελυμενον εν τοις ουρανοις
16:20τοτε διεστειλατο τοις μαθηταις αυτου ινα μηδενι ειπωσιν οτι αυτος εστιν ιησους ο χριστος
16:21απο τοτε ηρξατο ο ιησους δεικνυειν τοις μαθηταις αυτου οτι δει αυτον απελθειν εις ιεροσολυμα και πολλα παθειν απο των πρεσβυτερων και αρχιερεων και γραμματεων και αποκτανθηναι και τη τριτη ημερα εγερθηναι
16:22και προσλαβομενος αυτον ο πετρος ηρξατο επιτιμαν αυτω λεγων ιλεως σοι κυριε ου μη εσται σοι τουτο
16:23ο δε στραφεις ειπεν τω πετρω υπαγε οπισω μου σατανα σκανδαλον μου ει οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων
16:24τοτε ο ιησους ειπεν τοις μαθηταις αυτου ει τις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι
16:25ος γαρ αν θελη την ψυχην αυτου σωσαι απολεσει αυτην ος δ αν απολεση την ψυχην αυτου ενεκεν εμου ευρησει αυτην
16:26τι γαρ ωφελειται ανθρωπος εαν τον κοσμον ολον κερδηση την δε ψυχην αυτου ζημιωθη η τι δωσει ανθρωπος ανταλλαγμα της ψυχης αυτου
16:27μελλει γαρ ο υιος του ανθρωπου ερχεσθαι εν τη δοξη του πατρος αυτου μετα των αγγελων αυτου και τοτε αποδωσει εκαστω κατα την πραξιν αυτου
16:28αμην λεγω υμιν εισιν τινες των ωδε εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν τον υιον του ανθρωπου ερχομενον εν τη βασιλεια αυτου
Textus Receptus (Beza 1598)

Textus Receptus (Beza 1598)

Theodore Beza, Novum Testamentum. 4th folio edition. Geneva, 1598.

The basis of Beza's text was the Stephanus 1551 edition (which adds verse numbering to his 1550 edition), which in turn was substantially that of Erasmus' later editions. Beza made only a few minor changes to the Stephanus text, amounting to less than a hundred. Over a dozen of these changes where to the Bible book titles and did not affect the body of the text. Further to this, many of his changes where to diacritical accent markings which had little or no affect on any subsequent translation to English.

Beza was a prominent theologian and scholar in Geneva, and his changes were generally taken to be improvements upon the text. Despite his qualifications, he seems not to have applied himself to the improvement of the Stephanus text but his annotations to the text where of interest to later scholars. His 1598 text was the one most often followed by the translators of the King James version, and it also became the basis of the later Elzevir editions of 1624, which on the continent held a place comparable to the Stephanus editions in England.