Loading...

Textus Receptus Bibles

Textus Receptus (Beza 1598)

New Testament

 

   

23:1τοτε ο ιησους ελαλησεν τοις οχλοις και τοις μαθηταις αυτου
23:2λεγων επι της μωσεως καθεδρας εκαθισαν οι γραμματεις και οι φαρισαιοι
23:3παντα ουν οσα αν ειπωσιν υμιν τηρειν τηρειτε και ποιειτε κατα δε τα εργα αυτων μη ποιειτε λεγουσιν γαρ και ου ποιουσιν
23:4δεσμευουσιν γαρ φορτια βαρεα και δυσβαστακτα και επιτιθεασιν επι τους ωμους των ανθρωπων τω δε δακτυλω αυτων ου θελουσιν κινησαι αυτα
23:5παντα δε τα εργα αυτων ποιουσιν προς το θεαθηναι τοις ανθρωποις πλατυνουσιν δε τα φυλακτηρια αυτων και μεγαλυνουσιν τα κρασπεδα των ιματιων αυτων
23:6φιλουσιν τε την πρωτοκλισιαν εν τοις δειπνοις και τας πρωτοκαθεδριας εν ταις συναγωγαις
23:7και τους ασπασμους εν ταις αγοραις και καλεισθαι υπο των ανθρωπων ραββι ραββι
23:8υμεις δε μη κληθητε ραββι εις γαρ εστιν υμων ο καθηγητης ο χριστος παντες δε υμεις αδελφοι εστε
23:9και πατερα μη καλεσητε υμων επι της γης εις γαρ εστιν ο πατηρ υμων ο εν τοις ουρανοις
23:10μηδε κληθητε καθηγηται εις γαρ υμων εστιν ο καθηγητης ο χριστος
23:11ο δε μειζων υμων εσται υμων διακονος
23:12οστις δε υψωσει εαυτον ταπεινωθησεται και οστις ταπεινωσει εαυτον υψωθησεται
23:13 ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κατεσθιετε τας οικιας των χηρων και προφασει μακρα προσευχομενοι δια τουτο ληψεσθε περισσοτερον κριμα
23:14 ουαι δε υμιν γραμματεις και φαρισαιοι υποκριται οτι κλειετε την βασιλειαν των ουρανων εμπροσθεν των ανθρωπων υμεις γαρ ουκ εισερχεσθε ουδε τους εισερχομενους αφιετε εισελθειν
23:15ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι περιαγετε την θαλασσαν και την ξηραν ποιησαι ενα προσηλυτον και οταν γενηται ποιειτε αυτον υιον γεεννης διπλοτερον υμων
23:16ουαι υμιν οδηγοι τυφλοι οι λεγοντες ος αν ομοση εν τω ναω ουδεν εστιν ος δ αν ομοση εν τω χρυσω του ναου οφειλει
23:17μωροι και τυφλοι τις γαρ μειζων εστιν ο χρυσος η ο ναος ο αγιαζων τον χρυσον
23:18και ος εαν ομοση εν τω θυσιαστηριω ουδεν εστιν ος δ αν ομοση εν τω δωρω τω επανω αυτου οφειλει
23:19μωροι και τυφλοι τι γαρ μειζον το δωρον η το θυσιαστηριον το αγιαζον το δωρον
23:20ο ουν ομοσας εν τω θυσιαστηριω ομνυει εν αυτω και εν πασιν τοις επανω αυτου
23:21και ο ομοσας εν τω ναω ομνυει εν αυτω και εν τω κατοικουντι αυτον
23:22και ο ομοσας εν τω ουρανω ομνυει εν τω θρονω του θεου και εν τω καθημενω επανω αυτου
23:23ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι αποδεκατουτε το ηδυοσμον και το ανηθον και το κυμινον και αφηκατε τα βαρυτερα του νομου την κρισιν και τον ελεον και την πιστιν ταυτα εδει ποιησαι κακεινα μη αφιεναι
23:24οδηγοι τυφλοι οι διυλιζοντες τον κωνωπα την δε καμηλον καταπινοντες
23:25ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι καθαριζετε το εξωθεν του ποτηριου και της παροψιδος εσωθεν δε γεμουσιν εξ αρπαγης και ακρασιας
23:26φαρισαιε τυφλε καθαρισον πρωτον το εντος του ποτηριου και της παροψιδος ινα γενηται και το εκτος αυτων καθαρον
23:27ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι παρομοιαζετε ταφοις κεκονιαμενοις οιτινες εξωθεν μεν φαινονται ωραιοι εσωθεν δε γεμουσιν οστεων νεκρων και πασης ακαθαρσιας
23:28ουτως και υμεις εξωθεν μεν φαινεσθε τοις ανθρωποις δικαιοι εσωθεν δε μεστοι εστε υποκρισεως και ανομιας
23:29ουαι υμιν γραμματεις και φαρισαιοι υποκριται οτι οικοδομειτε τους ταφους των προφητων και κοσμειτε τα μνημεια των δικαιων
23:30και λεγετε ει ημεν εν ταις ημεραις των πατερων ημων ουκ αν ημεν κοινωνοι αυτων εν τω αιματι των προφητων
23:31ωστε μαρτυρειτε εαυτοις οτι υιοι εστε των φονευσαντων τους προφητας
23:32και υμεις πληρωσατε το μετρον των πατερων υμων
23:33οφεις γεννηματα εχιδνων πως φυγητε απο της κρισεως της γεεννης
23:34δια τουτο ιδου εγω αποστελλω προς υμας προφητας και σοφους και γραμματεις και εξ αυτων αποκτενειτε και σταυρωσετε και εξ αυτων μαστιγωσετε εν ταις συναγωγαις υμων και διωξετε απο πολεως εις πολιν
23:35οπως ελθη εφ υμας παν αιμα δικαιον εκχυνομενον επι της γης απο του αιματος αβελ του δικαιου εως του αιματος ζαχαριου υιου βαραχιου ον εφονευσατε μεταξυ του ναου και του θυσιαστηριου
23:36αμην λεγω υμιν ηξει ταυτα παντα επι την γενεαν ταυτην
23:37ιερουσαλημ ιερουσαλημ η αποκτεινουσα τους προφητας και λιθοβολουσα τους απεσταλμενους προς αυτην ποσακις ηθελησα επισυναγαγειν τα τεκνα σου ον τροπον επισυναγει ορνις τα νοσσια εαυτης υπο τας πτερυγας και ουκ ηθελησατε
23:38ιδου αφιεται υμιν ο οικος υμων ερημος
23:39λεγω γαρ υμιν ου μη με ιδητε απ αρτι εως αν ειπητε ευλογημενος ο ερχομενος εν ονοματι κυριου
Textus Receptus (Beza 1598)

Textus Receptus (Beza 1598)

Theodore Beza, Novum Testamentum. 4th folio edition. Geneva, 1598.

The basis of Beza's text was the Stephanus 1551 edition (which adds verse numbering to his 1550 edition), which in turn was substantially that of Erasmus' later editions. Beza made only a few minor changes to the Stephanus text, amounting to less than a hundred. Over a dozen of these changes where to the Bible book titles and did not affect the body of the text. Further to this, many of his changes where to diacritical accent markings which had little or no affect on any subsequent translation to English.

Beza was a prominent theologian and scholar in Geneva, and his changes were generally taken to be improvements upon the text. Despite his qualifications, he seems not to have applied himself to the improvement of the Stephanus text but his annotations to the text where of interest to later scholars. His 1598 text was the one most often followed by the translators of the King James version, and it also became the basis of the later Elzevir editions of 1624, which on the continent held a place comparable to the Stephanus editions in England.