Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

10:1σκιαν γαρ εχων ο νομος των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταις αυταις θυσιαις ας προσφερουσιν εις το διηνεκες ουδεποτε δυνανται τους προσερχομενους τελειωσαι
10:2επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τους λατρευοντας απαξ κεκαθαρμενους
10:3αλλ εν αυταις αναμνησις αμαρτιων κατ ενιαυτον
10:4αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιας
10:5διο εισερχομενος εις τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησας σωμα δε κατηρτισω μοι
10:6ολοκαυτωματα και περι αμαρτιας ουκ ευδοκησας
10:7τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεος το θελημα σου
10:8ανωτερον λεγων οτι θυσιαν και προσφοραν και ολοκαυτωματα και περι αμαρτιας ουκ ηθελησας ουδε ευδοκησας αιτινες κατα τον νομον προσφερονται
10:9τοτε ειρηκεν ιδου ηκω του ποιησαι ο θεος το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση
10:10εν ω θεληματι ηγιασμενοι εσμεν οι δια της προσφορας του σωματος ιησου χριστου εφαπαξ
10:11και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας
10:12αυτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου
10:13το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου
10:14μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους
10:15μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το προειρηκεναι
10:16αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου επι καρδιας αυτων και επι των διανοιων αυτων επιγραψω αυτους
10:17και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
10:18οπου δε αφεσις τουτων ουκετι προσφορα περι αμαρτιας
10:19εχοντες ουν αδελφοι παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι ιησου
10:20ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος τουτ εστιν της σαρκος αυτου
10:21και ιερεα μεγαν επι τον οικον του θεου
10:22προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ερραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουμενοι το σωμα υδατι καθαρω
10:23κατεχωμεν την ομολογιαν της ελπιδος ακλινη πιστος γαρ ο επαγγειλαμενος
10:24και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων
10:25μη εγκαταλειποντες την επισυναγωγην εαυτων καθως εθος τισιν αλλα παρακαλουντες και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν
10:26εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας ουκετι περι αμαρτιων απολειπεται θυσια
10:27φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους
10:28αθετησας τις νομον μωυσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει
10:29ποσω δοκειτε χειρονος αξιωθησεται τιμωριας ο τον υιον του θεου καταπατησας και το αιμα της διαθηκης κοινον ηγησαμενος εν ω ηγιασθη και το πνευμα της χαριτος ενυβρισας
10:30οιδαμεν γαρ τον ειποντα εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος και παλιν κυριος κρινει τον λαον αυτου
10:31φοβερον το εμπεσειν εις χειρας θεου ζωντος
10:32αναμιμνησκεσθε δε τας προτερον ημερας εν αις φωτισθεντες πολλην αθλησιν υπεμεινατε παθηματων
10:33τουτο μεν ονειδισμοις τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτως αναστρεφομενων γενηθεντες
10:34και γαρ τοις δεσμοις μου συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρας προσεδεξασθε γινωσκοντες εχειν εαυτοις κρειττονα υπαρξιν εν ουρανοις και μενουσαν
10:35μη αποβαλητε ουν την παρρησιαν υμων ητις εχει μισθαποδοσιαν μεγαλην
10:36υπομονης γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντες κομισησθε την επαγγελιαν
10:37ετι γαρ μικρον οσον οσον ο ερχομενος ηξει και ου χρονιει
10:38ο δε δικαιος εκ πιστεως ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω
10:39ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν αλλα πιστεως εις περιποιησιν ψυχης
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.