Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

8:1κεφαλαιον δε επι τοις λεγομενοις τοιουτον εχομεν αρχιερεα ος εκαθισεν εν δεξια του θρονου της μεγαλωσυνης εν τοις ουρανοις
8:2των αγιων λειτουργος και της σκηνης της αληθινης ην επηξεν ο κυριος και ουκ ανθρωπος
8:3πας γαρ αρχιερευς εις το προσφερειν δωρα τε και θυσιας καθισταται οθεν αναγκαιον εχειν τι και τουτον ο προσενεγκη
8:4ει μεν γαρ ην επι γης ουδ αν ην ιερευς οντων των ιερεων των προσφεροντων κατα τον νομον τα δωρα
8:5οιτινες υποδειγματι και σκια λατρευουσιν των επουρανιων καθως κεχρηματισται μωυσης μελλων επιτελειν την σκηνην ορα γαρ φησιν ποιησεις παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει
8:6νυνι δε διαφορωτερας τετυχεν λειτουργιας οσω και κρειττονος εστιν διαθηκης μεσιτης ητις επι κρειττοσιν επαγγελιαις νενομοθετηται
8:7ει γαρ η πρωτη εκεινη ην αμεμπτος ουκ αν δευτερας εζητειτο τοπος
8:8μεμφομενος γαρ αυτοις λεγει ιδου ημεραι ερχονται λεγει κυριος και συντελεσω επι τον οικον ισραηλ και επι τον οικον ιουδα διαθηκην καινην
8:9ου κατα την διαθηκην ην εποιησα τοις πατρασιν αυτων εν ημερα επιλαβομενου μου της χειρος αυτων εξαγαγειν αυτους εκ γης αιγυπτου οτι αυτοι ουκ ενεμειναν εν τη διαθηκη μου καγω ημελησα αυτων λεγει κυριος
8:10οτι αυτη η διαθηκη ην διαθησομαι τω οικω ισραηλ μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου εις την διανοιαν αυτων και επι καρδιας αυτων επιγραψω αυτους και εσομαι αυτοις εις θεον και αυτοι εσονται μοι εις λαον
8:11και ου μη διδαξωσιν εκαστος τον πολιτην αυτου και εκαστος τον αδελφον αυτου λεγων γνωθι τον κυριον οτι παντες ειδησουσιν με απο μικρου αυτων εως μεγαλου αυτων
8:12οτι ιλεως εσομαι ταις αδικιαις αυτων και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
8:13εν τω λεγειν καινην πεπαλαιωκεν την πρωτην το δε παλαιουμενον και γηρασκον εγγυς αφανισμου
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.