Loading...

Textus Receptus Bibles

Textus Receptus New Testament Variants

 

   

2:1του δε ιησου γεννηθεντος εν βηθλεεμ της ιουδαιας εν ημεραις ηρωδου του βασιλεως ιδου μαγοι απο ανατολων παρεγενοντο εις ιεροσολυμα
2:2λεγοντες που εστιν ο τεχθεις βασιλευς των ιουδαιων ειδομεν γαρ αυτου τον αστερα εν τη ανατολη και ηλθομεν προσκυνησαι αυτω
2:3ακουσας δε TR/BM ηρωδης ο βασιλευς Ax ηρωδης εταραχθη και πασα ιεροσολυμα μετ αυτου
2:4και συναγαγων παντας τους αρχιερεις και γραμματεις του λαου επυνθανετο παρ αυτων που ο χριστος γενναται
2:5οι δε Ax ειπαν TR/BM ειπον αυτω εν βηθλεεμ της ιουδαιας ουτως γαρ γεγραπται δια του προφητου
2:6και συ βηθλεεμ γη ιουδα ουδαμως ελαχιστη ει εν τοις ηγεμοσιν ιουδα εκ σου γαρ εξελευσεται ηγουμενος οστις ποιμανει τον λαον μου τον ισραηλ
2:7τοτε ηρωδης λαθρα καλεσας τους μαγους ηκριβωσεν παρ αυτων τον χρονον του φαινομενου αστερος
2:8και πεμψας αυτους εις βηθλεεμ ειπεν πορευθεντες TR/BM ακριβως εξετασατε Ax ακριβως περι του παιδιου επαν δε ευρητε απαγγειλατε μοι οπως καγω ελθων προσκυνησω αυτω
2:9οι δε ακουσαντες του βασιλεως επορευθησαν και ιδου ο αστηρ ον ειδον εν τη ανατολη προηγεν αυτους εως ελθων Ax εσταθη TR/BM εστη επανω ου ην το παιδιον
2:10ιδοντες δε τον αστερα εχαρησαν χαραν μεγαλην σφοδρα
2:11και ελθοντες εις την οικιαν TR(1894)/BM/Ax ειδον TR(1550) ευρον το παιδιον μετα μαριας της μητρος αυτου και πεσοντες προσεκυνησαν αυτω και ανοιξαντες τους θησαυρους αυτων προσηνεγκαν αυτω δωρα χρυσον και λιβανον και σμυρναν
2:12και χρηματισθεντες κατ οναρ μη ανακαμψαι προς ηρωδην δι αλλης οδου ανεχωρησαν εις την χωραν αυτων
2:13αναχωρησαντων δε αυτων ιδου αγγελος κυριου φαινεται κατ οναρ τω ιωσηφ λεγων εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και φευγε εις αιγυπτον και ισθι εκει εως αν ειπω σοι μελλει γαρ ηρωδης ζητειν το παιδιον του απολεσαι αυτο
2:14ο δε εγερθεις παρελαβεν το παιδιον και την μητερα αυτου νυκτος και ανεχωρησεν εις αιγυπτον
2:15και ην εκει εως της τελευτης ηρωδου ινα πληρωθη το ρηθεν υπο TR/BM του κυριου δια του προφητου λεγοντος εξ αιγυπτου εκαλεσα τον υιον μου
2:16τοτε ηρωδης ιδων οτι ενεπαιχθη υπο των μαγων εθυμωθη λιαν και αποστειλας ανειλεν παντας τους παιδας τους εν βηθλεεμ και εν Ax πασι TR/BM πασιν τοις οριοις αυτης απο διετους και κατωτερω κατα τον χρονον ον ηκριβωσεν παρα των μαγων
2:17τοτε επληρωθη το ρηθεν Ax δια TR/BM υπο ιερεμιου του προφητου λεγοντος
2:18φωνη εν ραμα ηκουσθη TR/BM θρηνος TR/BM και κλαυθμος και οδυρμος πολυς ραχηλ κλαιουσα τα τεκνα αυτης και ουκ ηθελεν παρακληθηναι οτι ουκ εισιν
2:19τελευτησαντος δε του ηρωδου ιδου αγγελος κυριου Ax φαινεται κατ οναρ TR/BM φαινεται τω ιωσηφ εν αιγυπτω
2:20λεγων εγερθεις παραλαβε το παιδιον και την μητερα αυτου και πορευου εις γην ισραηλ τεθνηκασιν γαρ οι ζητουντες την ψυχην του παιδιου
2:21ο δε εγερθεις παρελαβεν το παιδιον και την μητερα αυτου και Ax εισηλθεν TR/BM ηλθεν εις γην ισραηλ
2:22ακουσας δε οτι αρχελαος βασιλευει TR/BM επι της ιουδαιας αντι TR/BM ηρωδου του πατρος αυτου Ax ηρωδου εφοβηθη εκει απελθειν χρηματισθεις δε κατ οναρ ανεχωρησεν εις τα μερη της γαλιλαιας
2:23και ελθων κατωκησεν εις πολιν λεγομενην TR(1894) ναζαρεθ TR(1550)/BM/Ax ναζαρετ οπως πληρωθη το ρηθεν δια των προφητων οτι ναζωραιος κληθησεται
Textus Receptus New Testament Variants

Textus Receptus
New Testament Variants

Whether you can read Greek or not, this New Testament Bible will show you the differences between the Textus Receptus, Byzantine Majority text and the Alexandrian text. This new Greek text combines all three texts into one Bible and marks the differences.

The variants within the different texts are what separate the underlying manuscripts into the various families of texts. Superscripted markers show the difference in the text and the first word of each difference is highlighted.

Superscript markers:

  • TR = Textus Receptus
  • BM = Byzantine Majority Text
  • Ax = Alexandrian Text

The Textus Receptus is represented by the Stephanus 1550 and Scrivener 1894 texts and if there are differences between these two then the year is shown in the superscript.