Loading...

Textus Receptus Bibles

Byzantine Majority Text (Family 35)

New Testament

 

   

4:1χριστου ουν παθοντος υπερ ημων σαρκι και υμεις την αυτην εννοιαν οπλισασθε οτι ο παθων σαρκι πεπαυται αμαρτιας
4:2εις το μηκετι ανθρωπων επιθυμιαις αλλα θεληματι του θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον
4:3αρκετος γαρ υμιν ο παρεληλυθως χρονος το θελημα των εθνων κατεργασασθαι πεπορευμενους εν ασελγειαις επιθυμιαις οινοφλυγιαις κωμοις ποτοις και αθεμιτοις ειδωλολατριαις
4:4εν ω ξενιζονται μη συντρεχοντων υμων εις την αυτην της ασωτιας αναχυσιν βλασφημουντες
4:5οι αποδωσουσιν λογον τω ετοιμως εχοντι κριναι ζωντας και νεκρους
4:6εις τουτο γαρ και νεκροις ευηγγελισθη ινα κριθωσι μεν κατα ανθρωπους σαρκι ζωσι δε κατα θεον πνευματι
4:7παντων δε το τελος ηγγικεν σωφρονησατε ουν και νηψατε εις τας προσευχας
4:8προ παντων δε την εις εαυτους αγαπην εκτενη εχοντες οτι η αγαπη καλυπτει πληθος αμαρτιων
4:9φιλοξενοι εις αλληλους ανευ γογγυσμων
4:10εκαστος καθως ελαβεν χαρισμα εις εαυτους αυτο διακονουντες ως καλοι οικονομοι ποικιλης χαριτος θεου
4:11ει τις λαλει ως λογια θεου ει τις διακονει ως εξ ισχυος ως χορηγει ο θεος ινα εν πασιν δοξαζηται θεος δια ιησου χριστου ω εστιν η δοξα και το κρατος εις τους αιωνας αμην
4:12αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προς πειρασμον υμιν γινομενη ως ξενου υμιν συμβαινοντος
4:13αλλα καθο κοινωνειτε τοις του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει της δοξης αυτου χαρητε αγαλλιωμενοι
4:14ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το της δοξης και το του θεου πνευμα εφ υμας αναπεπαυται κατα μεν αυτους βλασφημειται κατα δε υμας δοξαζεται
4:15μη γαρ τις υμων πασχετω ως φονευς η κλεπτης η κακοποιος η ως αλλοτριοεπισκοπος
4:16ει δε ως χριστιανος μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω μερει τουτω
4:17οτι ο καιρος του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελος των απειθουντων τω του θεου ευαγγελιω
4:18και ει ο δικαιος μολις σωζεται ο ασεβης και αμαρτωλος που φανειται
4:19ωστε και οι πασχοντες κατα το θελημα του θεου ως πιστω κτιστη παρατιθεσθωσαν τας ψυχας αυτων εν αγαθοποιια
Majority Text (Family 35)

Byzantine Majority Text (Family 35)

New Testament

This is Wilbur Pickering's text representing the F35 (Family 35) group of Byzantine manuscripts. Wilbur N. Pickering, ThM PhD has written many books and articles in defence of the Majority Text. He has made his work available online at: PRUNCH.