Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

6:1και ειδον οτι ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενος εκ των τεσσαρων ζωων λεγοντος ως φωνη βροντης ερχου και ιδε
6:2και ιδου ιππος λευκος και ο καθημενος επ αυτον εχων τοξον και εδοθη αυτω στεφανος και εξηλθεν νικων και ινα νικηση
6:3και οτε ηνοιξεν την δευτεραν σφραγιδα ηκουσα του δευτερου ζωου λεγοντος ερχου
6:4και εξηλθεν αλλος ιππος πυρος και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ της γης ινα αλληλους σφαξωσιν και εδοθη αυτω μαχαιρα μεγαλη
6:5και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντος ερχου και ιδε και ιδου ιππος μελας και ο καθημενος επ αυτον εχων ζυγον εν τη χειρι αυτου
6:6και ηκουσα φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεις χοινικες κριθης δηναριου και το ελαιον και τον οινον μη αδικησης
6:7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα του τεταρτου ζωου λεγοντος ερχου και ιδε
6:8και ιδου ιππος χλωρος και ο καθημενος επανω αυτου ονομα αυτω ο θανατος και ο αδης ηκολουθει αυτω και εδοθη αυτω εξουσια επι το τεταρτον της γης αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων της γης
6:9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τας ψυχας των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν του αρνιου ην ειχον
6:10και εκραξαν φωνη μεγαλη λεγοντες εως ποτε ο δεσποτης ο αγιος και αληθινος ου κρινεις και εκδικεις το αιμα ημων εκ των κατοικουντων επι της γης
6:11και εδοθη αυτοις εκαστω στολη λευκη και ερρεθη αυτοις ινα αναπαυσωνται ετι χρονον εως ου πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων και οι μελλοντες αποκτενεσθαι ως και αυτοι
6:12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμος μεγας εγενετο και ο ηλιος μελας εγενετο ως σακκος τριχινος και η σεληνη ολη εγενετο ως αιμα
6:13και οι αστερες του ουρανου επεσον εις την γην ως συκη βαλουσα τους ολυνθους αυτης υπο ανεμου μεγαλου σειομενη
6:14και ο ουρανος απεχωρισθη ως βιβλιον ελισσομενον και παν ορος και νησος εκ των τοπων αυτων εκινηθησαν
6:15και οι βασιλεις της γης και οι μεγιστανες και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πας δουλος και πας ελευθερος εκρυψαν εαυτους εις τα σπηλαια και εις τας πετρας των ορεων
6:16και λεγουσιν τοις ορεσιν και ταις πετραις πεσετε εφ ημας και κρυψατε ημας απο προσωπου του καθημενου επι του θρονου και απο της οργης του αρνιου
6:17οτι ηλθεν η ημερα η μεγαλη της οργης αυτου και τις δυναται σταθηναι
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.