Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

16:1και ηκουσα φωνης μεγαλης εκ του ναου λεγουσης τοις επτα αγγελοις υπαγετε και εκχεατε τας επτα φιαλας του θυμου του θεου εις την γην
16:2και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου
16:3και ο δευτερος αγγελος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασα ψυχη ζωσα απεθανεν εν τη θαλασση
16:4και ο τριτος αγγελος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και εις τας πηγας των υδατων και εγενετο αιμα
16:5και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος ει ο ων και ο ην ο οσιος οτι ταυτα εκρινας
16:6οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοις εδωκας πιειν αξιοι εισιν
16:7και ηκουσα του θυσιαστηριου λεγοντος ναι κυριε ο θεος ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεις σου
16:8και ο τεταρτος αγγελος εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι εν πυρι τους ανθρωπους
16:9και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν οι ανθρωποι το ονομα του θεου του εχοντος εξουσιαν επι τας πληγας ταυτας και ου μετενοησαν δουναι αυτω δοξαν
16:10και ο πεμπτος αγγελος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τας γλωσσας αυτων εκ του πονου
16:11και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων
16:12και ο εκτος αγγελος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου
16:13και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ως βατραχοι
16:14εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης συναγαγειν αυτους εις τον πολεμον της ημερας εκεινης της μεγαλης του θεου του παντοκρατορος
16:15ιδου ερχομαι ως κλεπτης μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου
16:16και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων
16:17και ο εβδομος αγγελος εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη απο του ναου του ουρανου απο του θρονου λεγουσα γεγονεν
16:18και εγενοντο αστραπαι και βρονται και φωναι και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου οι ανθρωποι εγενοντο επι της γης τηλικουτος σεισμος ουτως μεγας
16:19και εγενετο η πολις η μεγαλη εις τρια μερη και αι πολεις των εθνων επεσον και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου
16:20και πασα νησος εφυγεν και ορη ουχ ευρεθησαν
16:21και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.