Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

2:1τω αγγελω της εν εφεσω εκκλησιας γραψον ταδε λεγει ο κρατων τους επτα αστερας εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων
2:2οιδα τα εργα σου και τον κοπον σου και την υπομονην σου και οτι ου δυνη βαστασαι κακους και επειρασας τους λεγοντας εαυτους αποστολους ειναι και ουκ εισιν και ευρες αυτους ψευδεις
2:3και υπομονην εχεις και εβαστασας δια το ονομα μου και ουκ εκοπιασας
2:4αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκας
2:5μνημονευε ουν ποθεν πεπτωκας και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι ταχυ και κινησω την λυχνιαν σου εκ του τοπου αυτης εαν μη μετανοησης
2:6αλλα τουτο εχεις οτι μισεις τα εργα των νικολαιτων α καγω μισω
2:7ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου της ζωης ο εστιν εν μεσω του παραδεισου του θεου μου
2:8και τω αγγελω της εν σμυρνη εκκλησιας γραψον ταδε λεγει ο πρωτος και ο εσχατος ος εγενετο νεκρος και εζησεν
2:9οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν αλλα πλουσιος ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα
2:10μηδεν φοβου α μελλεις πασχειν ιδου δη μελλει βαλειν ο διαβολος εξ υμων εις φυλακην ινα πειρασθητε και εξετε θλιψιν ημερων δεκα γινου πιστος αχρι θανατου και δωσω σοι τον στεφανον της ζωης
2:11ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου
2:12και τω αγγελω της εν περγαμω εκκλησιας γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν
2:13οιδα τα εργα σου και που κατοικεις οπου ο θρονος του σατανα και κρατεις το ονομα μου και ουκ ηρνησω την πιστιν μου εν ταις ημεραις εν αις αντιπας ο μαρτυς μου ο πιστος ος απεκτανθη παρ υμιν οπου ο σατανας κατοικει
2:14αλλ εχω κατα σου ολιγα οτι εχεις εκει κρατουντας την διδαχην βαλααμ ος εδιδαξεν τον βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ και φαγειν ειδωλοθυτα και πορνευσαι
2:15ουτως εχεις και συ κρατουντας την διδαχην των νικολαιτων ομοιως
2:16μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματος μου
2:17ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις τω νικωντι δωσω αυτω φαγειν απο του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεις οιδεν ει μη ο λαμβανων
2:18και τω αγγελω της εν θυατειροις εκκλησιας γραψον ταδε λεγει ο υιος του θεου ο εχων τους οφθαλμους αυτου ως φλογα πυρος και οι ποδες αυτου ομοιοι χαλκολιβανω
2:19οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων
2:20αλλ εχω κατα σου οτι αφεις την γυναικα σου ιεζαβελ η λεγει εαυτην προφητιν και διδασκει και πλανα τους εμους δουλους πορνευσαι και φαγειν ειδωλοθυτα
2:21και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ της πορνειας αυτης
2:22ιδου βαλλω αυτην εις κλινην και τους μοιχευοντας μετ αυτης εις θλιψιν μεγαλην εαν μη μετανοησωσιν εκ των εργων αυτης
2:23και τα τεκνα αυτης αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο ερευνων νεφρους και καρδιας και δωσω υμιν εκαστω κατα τα εργα υμων
2:24υμιν δε λεγω τοις λοιποις τοις εν θυατειροις οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινες ουκ εγνωσαν τα βαθεα του σατανα ως λεγουσιν ου βαλλω εφ υμας αλλο βαρος
2:25πλην ο εχετε κρατησατε αχρις ου αν ηξω
2:26και ο νικων και ο τηρων αχρι τελους τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων
2:27και ποιμανει αυτους εν ραβδω σιδηρα ως τα σκευη τα κεραμικα συντριβησεται ως καγω ειληφα παρα του πατρος μου
2:28και δωσω αυτω τον αστερα τον πρωινον
2:29ο εχων ους ακουσατω τι το πνευμα λεγει ταις εκκλησιαις
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.