Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

16:1και ηκουσα φωνης μεγαλης εκ του ναου λεγουσης τοις επτα αγγελοις υπαγετε και εκχεατε τας φιαλας του θυμου του θεου εις την γην
16:2και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου επι την γην και εγενετο ελκος κακον και πονηρον εις τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους τη εικονι αυτου προσκυνουντας
16:3και ο δευτερος αγγελος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασα ψυχη ζωσα απεθανεν εν τη θαλασση
16:4και ο τριτος αγγελος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και εις τας πηγας των υδατων και εγενετο αιμα
16:5και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος κυριε ει ο ων και ο ην και ο οσιος οτι ταυτα εκρινας
16:6οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοις εδωκας πιειν αξιοι γαρ εισιν
16:7και ηκουσα αλλου εκ του θυσιαστηριου λεγοντος ναι κυριε ο θεος ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεις σου
16:8και ο τεταρτος αγγελος εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι τους ανθρωπους εν πυρι
16:9και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν το ονομα του θεου του εχοντος εξουσιαν επι τας πληγας ταυτας και ου μετενοησαν δουναι αυτω δοξαν
16:10και ο πεμπτος αγγελος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασσωντο τας γλωσσας αυτων εκ του πονου
16:11και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων
16:12και ο εκτος αγγελος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν τον ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολων ηλιου
16:13και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ομοια βατραχοις
16:14εισιν γαρ πνευματα δαιμονων ποιουντα σημεια εκπορευεσθαι επι τους βασιλεις της γης και της οικουμενης ολης συναγαγειν αυτους εις πολεμον της ημερας εκεινης της μεγαλης του θεου του παντοκρατορος
16:15ιδου ερχομαι ως κλεπτης μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου
16:16και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδδων
16:17και ο εβδομος αγγελος εξεχεεν την φιαλην αυτου εις τον αερα και εξηλθεν φωνη μεγαλη απο του ναου του ουρανου απο του θρονου λεγουσα γεγονεν
16:18και εγενοντο φωναι και βρονται και αστραπαι και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου οι ανθρωποι εγενοντο επι της γης τηλικουτος σεισμος ουτως μεγας
16:19και εγενετο η πολις η μεγαλη εις τρια μερη και αι πολεις των εθνων επεσον και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου
16:20και πασα νησος εφυγεν και ορη ουχ ευρεθησαν
16:21και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.