Loading...

Textus Receptus Bibles

Textus Receptus (Elzevir 1624)

New Testament

 

   

2:1ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τινα σπλαγχνα και οικτιρμοι
2:2πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες
2:3μηδεν κατα εριθειαν η κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων
2:4μη τα εαυτων εκαστος σκοπειτε αλλα και τα ετερων εκαστος
2:5τουτο γαρ φρονεισθω εν υμιν ο και εν χριστω ιησου
2:6ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω
2:7αλλ εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος
2:8και σχηματι ευρεθεις ως ανθρωπος εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου
2:9διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω ονομα το υπερ παν ονομα
2:10ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων
2:11και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος
2:12ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη ως εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε
2:13ο θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας
2:14παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων
2:15ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμητα εν μεσω γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω
2:16λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα
2:17αλλ ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν
2:18το δ αυτο και υμεις χαιρετε και συγχαιρετε μοι
2:19ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων
2:20ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει
2:21οι παντες γαρ τα εαυτων ζητουσιν ου τα του χριστου ιησου
2:22την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον
2:23τουτον μεν ουν ελπιζω πεμψαι ως αν απιδω τα περι εμε εξαυτης
2:24πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι
2:25αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας
2:26επειδη επιποθων ην παντας υμας και αδημονων διοτι ηκουσατε οτι ησθενησεν
2:27και γαρ ησθενησεν παραπλησιον θανατω αλλ ο θεος αυτον ηλεησεν ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπη σχω
2:28σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω
2:29προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε
2:30οτι δια το εργον του χριστου μεχρι θανατου ηγγισεν παραβουλευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας
Textus Receptus (Elzevir 1624)

Textus Receptus (Elzevir 1624)

New Testament

1624 Elzevir Textus Receptus, edited by Abraham and Bonaventure Elzevir. Transcription by Maurice Robinson.

The Elzevir's published three editions of the Greek New Testament. The dates being; 1624, 1633 and 1641. The Elzevir text is practically a reprint of the text of Beza 1565 with about fifty minor differences in all. The Elzevirs were notable printers, and their editions of the Greek New Testament were accurate and elegant. They were of Flemish ancestry and were famous printers for several generations. Throughout Europe the Elzevir editions came to occupy a place of honor, and their text was employed as the standard for commentary and collation. The text of this 1633 edition became known as the "Textus Receptus" because of an advertisement in Heinsius' preface that said in Latin Textum ergo habes, nunc ab omnibus receptum: in quo nihil immutatum aut corruptum damus, 'Therefore you have the text now received by all in which we give nothing altered or corrupt.'