Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

14:1και ειδον και ιδου αρνιον εστηκος επι το ορος σιων και μετ αυτου εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες εχουσαι το ονομα του πατρος αυτου γεγραμμενον επι των μετωπων αυτων
14:2και ηκουσα φωνην εκ του ουρανου ως φωνην υδατων πολλων και ως φωνην βροντης μεγαλης και φωνην ηκουσα κιθαρωδων κιθαριζοντων εν ταις κιθαραις αυτων
14:3και αδουσιν ως ωδην καινην ενωπιον του θρονου και ενωπιον των τεσσαρων ζωων και των πρεσβυτερων και ουδεις ηδυνατο μαθειν την ωδην ει μη αι εκατον τεσσαρακοντα τεσσαρες χιλιαδες οι ηγορασμενοι απο της γης
14:4ουτοι εισιν οι μετα γυναικων ουκ εμολυνθησαν παρθενοι γαρ εισιν ουτοι εισιν οι ακολουθουντες τω αρνιω οπου αν υπαγη ουτοι ηγορασθησαν απο των ανθρωπων απαρχη τω θεω και τω αρνιω
14:5και εν τω στοματι αυτων ουχ ευρεθη δολος αμωμοι γαρ εισιν ενωπιον του θρονου του θεου
14:6και ειδον αλλον αγγελον πετωμενον εν μεσουρανηματι εχοντα ευαγγελιον αιωνιον ευαγγελισαι τους κατοικουντας επι της γης και παν εθνος και φυλην και γλωσσαν και λαον
14:7λεγοντα εν φωνη μεγαλη φοβηθητε τον θεον και δοτε αυτω δοξαν οτι ηλθεν η ωρα της κρισεως αυτου και προσκυνησατε τω ποιησαντι τον ουρανον και την γην και θαλασσαν και πηγας υδατων
14:8και αλλος αγγελος ηκολουθησεν λεγων επεσεν επεσεν βαβυλων η πολις η μεγαλη οτι εκ του οινου του θυμου της πορνειας αυτης πεποτικεν παντα εθνη
14:9και τριτος αγγελος ηκολουθησεν αυτοις λεγων εν φωνη μεγαλη ει τις το θηριον προσκυνει και την εικονα αυτου και λαμβανει χαραγμα επι του μετωπου αυτου η επι την χειρα αυτου
14:10και αυτος πιεται εκ του οινου του θυμου του θεου του κεκερασμενου ακρατου εν τω ποτηριω της οργης αυτου και βασανισθησεται εν πυρι και θειω ενωπιον των αγιων αγγελων και ενωπιον του αρνιου
14:11και ο καπνος του βασανισμου αυτων αναβαινει εις αιωνας αιωνων και ουκ εχουσιν αναπαυσιν ημερας και νυκτος οι προσκυνουντες το θηριον και την εικονα αυτου και ει τις λαμβανει το χαραγμα του ονοματος αυτου
14:12ωδε υπομονη των αγιων εστιν ωδε οι τηρουντες τας εντολας του θεου και την πιστιν ιησου
14:13και ηκουσα φωνης εκ του ουρανου λεγουσης μοι γραψον μακαριοι οι νεκροι οι εν κυριω αποθνησκοντες απαρτι ναι λεγει το πνευμα ινα αναπαυσωνται εκ των κοπων αυτων τα δε εργα αυτων ακολουθει μετ αυτων
14:14και ειδον και ιδου νεφελη λευκη και επι την νεφελην καθημενος ομοιος υιω ανθρωπου εχων επι της κεφαλης αυτου στεφανον χρυσουν και εν τη χειρι αυτου δρεπανον οξυ
14:15και αλλος αγγελος εξηλθεν εκ του ναου κραζων εν μεγαλη φωνη τω καθημενω επι της νεφελης πεμψον το δρεπανον σου και θερισον οτι ηλθεν σοι η ωρα του θερισαι οτι εξηρανθη ο θερισμος της γης
14:16και εβαλεν ο καθημενος επι την νεφελην το δρεπανον αυτου επι την γην και εθερισθη η γη
14:17και αλλος αγγελος εξηλθεν εκ του ναου του εν τω ουρανω εχων και αυτος δρεπανον οξυ
14:18και αλλος αγγελος εξηλθεν εκ του θυσιαστηριου εχων εξουσιαν επι του πυρος και εφωνησεν κραυγη μεγαλη τω εχοντι το δρεπανον το οξυ λεγων πεμψον σου το δρεπανον το οξυ και τρυγησον τους βοτρυας της γης οτι ηκμασαν αι σταφυλαι αυτης
14:19και εβαλεν ο αγγελος το δρεπανον αυτου εις την γην και ετρυγησεν την αμπελον της γης και εβαλεν εις την ληνον του θυμου του θεου την μεγαλην
14:20και επατηθη η ληνος εξω της πολεως και εξηλθεν αιμα εκ της ληνου αχρι των χαλινων των ιππων απο σταδιων χιλιων εξακοσιων
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.