Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

1:1παυλος αποστολος ιησου χριστου κατ επιταγην θεου σωτηρος ημων και κυριου ιησου χριστου της ελπιδος ημων
1:2τιμοθεω γνησιω τεκνω εν πιστει χαρις ελεος ειρηνη απο θεου πατρος ημων και χριστου ιησου του κυριου ημων
1:3καθως παρεκαλεσα σε προσμειναι εν εφεσω πορευομενος εις μακεδονιαν ινα παραγγειλης τισιν μη ετεροδιδασκαλειν
1:4μηδε προσεχειν μυθοις και γενεαλογιαις απεραντοις αιτινες ζητησεις παρεχουσιν μαλλον η οικονομιαν θεου την εν πιστει
1:5το δε τελος της παραγγελιας εστιν αγαπη εκ καθαρας καρδιας και συνειδησεως αγαθης και πιστεως ανυποκριτου
1:6ων τινες αστοχησαντες εξετραπησαν εις ματαιολογιαν
1:7θελοντες ειναι νομοδιδασκαλοι μη νοουντες μητε α λεγουσιν μητε περι τινων διαβεβαιουνται
1:8οιδαμεν δε οτι καλος ο νομος εαν τις αυτω νομιμως χρηται
1:9ειδως τουτο οτι δικαιω νομος ου κειται ανομοις δε και ανυποτακτοις ασεβεσιν και αμαρτωλοις ανοσιοις και βεβηλοις πατραλωαις και μητραλωαις ανδροφονοις
1:10πορνοις αρσενοκοιταις ανδραποδισταις ψευσταις επιορκοις και ει τι ετερον τη υγιαινουση διδασκαλια αντικειται
1:11κατα το ευαγγελιον της δοξης του μακαριου θεου ο επιστευθην εγω
1:12και χαριν εχω τω ενδυναμωσαντι με χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενος εις διακονιαν
1:13τον προτερον οντα βλασφημον και διωκτην και υβριστην αλλ ηλεηθην οτι αγνοων εποιησα εν απιστια
1:14υπερεπλεονασεν δε η χαρις του κυριου ημων μετα πιστεως και αγαπης της εν χριστω ιησου
1:15πιστος ο λογος και πασης αποδοχης αξιος οτι χριστος ιησους ηλθεν εις τον κοσμον αμαρτωλους σωσαι ων πρωτος ειμι εγω
1:16αλλα δια τουτο ηλεηθην ινα εν εμοι πρωτω ενδειξηται ιησους χριστος την πασαν μακροθυμιαν προς υποτυπωσιν των μελλοντων πιστευειν επ αυτω εις ζωην αιωνιον
1:17τω δε βασιλει των αιωνων αφθαρτω αορατω μονω σοφω θεω τιμη και δοξα εις τους αιωνας των αιωνων αμην
1:18ταυτην την παραγγελιαν παρατιθεμαι σοι τεκνον τιμοθεε κατα τας προαγουσας επι σε προφητειας ινα στρατευη εν αυταις την καλην στρατειαν
1:19εχων πιστιν και αγαθην συνειδησιν ην τινες απωσαμενοι περι την πιστιν εναυαγησαν
1:20ων εστιν υμεναιος και αλεξανδρος ους παρεδωκα τω σατανα ινα παιδευθωσιν μη βλασφημειν
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.