Loading...

Textus Receptus Bibles

Byzantine Majority Text (Family 35)

New Testament

 

   

24:1μετα δε πεντε ημερας κατεβη ο αρχιερευς ανανιας μετα των πρεσβυτερων και ρητορος τερτυλλου τινος οιτινες ενεφανισαν τω ηγεμονι κατα του παυλου
24:2κληθεντος δε αυτου ηρξατο κατηγορειν ο τερτυλλος λεγων πολλης ειρηνης τυγχανοντες δια σου και κατορθωματων γινομενων τω εθνει τουτω δια της σης προνοιας
24:3παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασης ευχαριστιας
24:4ινα δε μη επι πλεον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομως τη ση επιεικεια
24:5ευροντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασιν πασιν τοις ιουδαιοις τοις κατα την οικουμενην πρωτοστατην τε της των ναζωραιων αιρεσεως
24:6ος και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν
24:8παρ ου δυνηση αυτος ανακρινας περι παντων τουτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου
24:9συνεπεθεντο δε και οι ιουδαιοι φασκοντες ταυτα ουτως εχειν
24:10απεκριθη δε ο παυλος νευσαντος αυτω του ηγεμονος λεγειν εκ πολλων ετων οντα σε κριτην δικαιον τω εθνει τουτω επισταμενος ευθυμοτερον τα περι εμαυτου απολογουμαι
24:11δυναμενου σου γνωναι οτι ου πλειους εισιν μοι ημεραι δεκαδυο αφ ης ανεβην προσκυνησων εν ιερουσαλημ
24:12και ουτε εν τω ιερω ευρον με προς τινα διαλεγομενον η επισυστασιν ποιουντα οχλου ουτε εν ταις συναγωγαις ουτε κατα την πολιν
24:13ουτε παραστησαι δυνανται περι ων νυν κατηγορουσιν μου
24:14ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω πιστευων πασιν τοις κατα τον νομον και τοις προφηταις γεγραμμενοις
24:15ελπιδα εχων εις τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι νεκρων δικαιων τε και αδικων
24:16εν τουτω δε αυτος ασκω απροσκοπον συνειδησιν εχων προς τε τον θεον και τους ανθρωπους δια παντος
24:17δι ετων δε πλειονων παρεγενομην ελεημοσυνας ποιησων εις το εθνος μου και προσφορας
24:18εν οις ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινες απο της ασιας ιουδαιοι
24:19ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς με
24:20η αυτοι ουτοι ειπατωσαν τι ευρον εν εμοι αδικημα σταντος μου επι του συνεδριου
24:21η περι μιας ταυτης φωνης ης εκραξα εστως εν αυτοις οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον υφ υμων
24:22ακουσας δε ταυτα ο φηλιξ ανεβαλετο αυτους ακριβεστερον ειδως τα περι της οδου ειπων οταν λυσιας ο χιλιαρχος καταβη διαγνωσομαι τα καθ υμας
24:23διαταξαμενος τε τω εκατονταρχη τηρεισθαι τον παυλον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν η προσερχεσθαι αυτω
24:24μετα δε ημερας τινας παραγενομενος ο φηλιξ συν δρουσιλλη τη γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι της εις χριστον ιησουν πιστεως
24:25διαλεγομενου δε αυτου περι δικαιοσυνης και εγκρατειας και του κριματος του μελλοντος εσεσθαι εμφοβος γενομενος ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε
24:26αμα και ελπιζων οτι χρηματα δοθησεται αυτω υπο του παυλου οπως λυση αυτον διο και πυκνοτερον μεταπεμπομενος ωμιλει αυτω
24:27διετιας δε πληρωθεισης ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων δε χαριτας καταθεσθαι τοις ιουδαιοις ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον
Majority Text (Family 35)

Byzantine Majority Text (Family 35)

New Testament

This is Wilbur Pickering's text representing the F35 (Family 35) group of Byzantine manuscripts. Wilbur N. Pickering, ThM PhD has written many books and articles in defence of the Majority Text. He has made his work available online at: PRUNCH.