Loading...

Textus Receptus Bibles

Byzantine Majority Text (Family 35)

New Testament

 

   

10:1ανηρ δε τις ην εν καισαρεια ονοματι κορνηλιος εκατονταρχης εκ σπειρας της καλουμενης ιταλικης
10:2ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων τε ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος
10:3ειδεν εν οραματι φανερως ωσει ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε
10:4ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον ενωπιον του θεου
10:5και νυν πεμψον εις ιοππην ανδρας και μεταπεμψαι σιμωνα ος επικαλειται πετρος
10:6ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν
10:7ως δε απηλθεν ο αγγελος ο λαλων τω κορνηλιω φωνησας δυο των οικετων αυτου και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω
10:8και εξηγησαμενος αυτοις απαντα απεστειλεν αυτους εις την ιοππην
10:9τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην
10:10εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε εκεινων επεπεσεν επ αυτον εκστασις
10:11και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον επ αυτον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις δεδεμενον και καθιεμενον επι της γης
10:12εν ω υπηρχεν παντα τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου
10:13και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε
10:14ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον η ακαθαρτον
10:15και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου
10:16τουτο δε εγενετο επι τρις και παλιν ανεληφθη το σκευος εις τον ουρανον
10:17ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν και ιδου οι ανδρες οι απεσταλμενοι υπο του κορνηλιου διερωτησαντες την οικιαν σιμωνος επεστησαν επι τον πυλωνα
10:18και φωνησαντες επυνθανοντο ει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται
10:19του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν αυτω το πνευμα ιδου ανδρες ζητουσιν σε
10:20αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος διοτι εγω απεσταλκα αυτους
10:21καταβας δε πετρος προς τους ανδρας ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε
10:22οι δε ειπον κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου
10:23εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον ο πετρος εξηλθεν συν αυτοις και τινες των αδελφων των απο ιοππης συνηλθον αυτω
10:24και τη επαυριον εισηλθον εις την καισαρειαν ο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους
10:25ως δε εγενετο του εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν
10:26ο δε πετρος ηγειρεν αυτον λεγων αναστηθι καγω αυτος ανθρωπος ειμι
10:27και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους
10:28εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω και εμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον
10:29διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με
10:30και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην νηστευων και την ενατην ωραν προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα
10:31και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου
10:32πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν ος παραγενομενος λαλησει σοι
10:33εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του θεου
10:34ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωποληπτης ο θεος
10:35αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν
10:36τον λογον ον απεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος
10:37υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενον απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης
10:38ιησουν τον απο ναζαρετ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου
10:39και ημεις εσμεν μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και εν ιερουσαλημ ον και ανειλον κρεμασαντες επι ξυλου
10:40τουτον ο θεος ηγειρεν τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι
10:41ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων
10:42και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι αυτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων
10:43τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον
10:44ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον
10:45και εξεστησαν οι εκ περιτομης πιστοι οσοι συνηλθον τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματος εκκεχυται
10:46ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη ο πετρος
10:47μητι το υδωρ κωλυσαι δυναται τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις
10:48προσεταξεν τε αυτους βαπτισθηναι εν τω ονοματι του κυριου ιησου τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας
Majority Text (Family 35)

Byzantine Majority Text (Family 35)

New Testament

This is Wilbur Pickering's text representing the F35 (Family 35) group of Byzantine manuscripts. Wilbur N. Pickering, ThM PhD has written many books and articles in defence of the Majority Text. He has made his work available online at: PRUNCH.