Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

20:1μετα δε το παυσασθαι τον θορυβον προσκαλεσαμενος ο παυλος τους μαθητας και ασπασαμενος εξηλθεν πορευθηναι εις την μακεδονιαν
20:2διελθων δε τα μερη εκεινα και παρακαλεσας αυτους λογω πολλω ηλθεν εις την ελλαδα
20:3ποιησας τε μηνας τρεις γενομενης αυτω επιβουλης υπο των ιουδαιων μελλοντι αναγεσθαι εις την συριαν εγενετο γνωμη του υποστρεφειν δια μακεδονιας
20:4συνειπετο δε αυτω αχρι της ασιας σωπατρος βεροιαιος θεσσαλονικεων δε αρισταρχος και σεκουνδος και γαιος δερβαιος και τιμοθεος ασιανοι δε τυχικος και τροφιμος
20:5ουτοι προσελθοντες εμενον ημας εν τρωαδι
20:6ημεις δε εξεπλευσαμεν μετα τας ημερας των αζυμων απο φιλιππων και ηλθομεν προς αυτους εις την τρωαδα αχρι ημερων πεντε ου διετριψαμεν ημερας επτα
20:7εν δε τη μια των σαββατων συνηγμενων των μαθητων κλασαι αρτον ο παυλος διελεγετο αυτοις μελλων εξιεναι τη επαυριον παρετεινεν τε τον λογον μεχρι μεσονυκτιου
20:8ησαν δε λαμπαδες ικαναι εν τω υπερωω ου ημεν συνηγμενοι
20:9καθημενος δε τις νεανιας ονοματι ευτυχος επι της θυριδος καταφερομενος υπνω βαθει διαλεγομενου του παυλου επι πλειον κατενεχθεις απο του υπνου επεσεν απο του τριστεγου κατω και ηρθη νεκρος
20:10καταβας δε ο παυλος επεπεσεν αυτω και συμπεριλαβων ειπεν μη θορυβεισθε η γαρ ψυχη αυτου εν αυτω εστιν
20:11αναβας δε και κλασας αρτον και γευσαμενος εφ ικανον τε ομιλησας αχρις αυγης ουτως εξηλθεν
20:12ηγαγον δε τον παιδα ζωντα και παρεκληθησαν ου μετριως
20:13ημεις δε προσελθοντες επι το πλοιον ανηχθημεν εις την ασσον εκειθεν μελλοντες αναλαμβανειν τον παυλον ουτως γαρ ην διατεταγμενος μελλων αυτος πεζευειν
20:14ως δε συνεβαλεν ημιν εις την ασσον αναλαβοντες αυτον ηλθομεν εις μιτυληνην
20:15κακειθεν αποπλευσαντες τη επιουση κατηντησαμεν αντικρυ χιου τη δε ετερα παρεβαλομεν εις σαμον και μειναντες εν τρωγυλλιω τη εχομενη ηλθομεν εις μιλητον
20:16εκρινεν γαρ ο παυλος παραπλευσαι την εφεσον οπως μη γενηται αυτω χρονοτριβησαι εν τη ασια εσπευδεν γαρ ει δυνατον ην αυτω την ημεραν της πεντηκοστης γενεσθαι εις ιεροσολυμα
20:17απο δε της μιλητου πεμψας εις εφεσον μετεκαλεσατο τους πρεσβυτερους της εκκλησιας
20:18ως δε παρεγενοντο προς αυτον ειπεν αυτοις υμεις επιστασθε απο πρωτης ημερας αφ ης επεβην εις την ασιαν πως μεθ υμων τον παντα χρονον εγενομην
20:19δουλευων τω κυριω μετα πασης ταπεινοφροσυνης και πολλων δακρυων και πειρασμων των συμβαντων μοι εν ταις επιβουλαις των ιουδαιων
20:20ως ουδεν υπεστειλαμην των συμφεροντων του μη αναγγειλαι υμιν και διδαξαι υμας δημοσια και κατ οικους
20:21διαμαρτυρομενος ιουδαιοις τε και ελλησιν την εις τον θεον μετανοιαν και πιστιν την εις τον κυριον ημων ιησουν
20:22και νυν ιδου εγω δεδεμενος τω πνευματι πορευομαι εις ιερουσαλημ τα εν αυτη συναντησοντα μοι μη ειδως
20:23πλην οτι το πνευμα το αγιον κατα πολιν διαμαρτυρεται λεγον οτι δεσμα με και θλιψεις μενουσιν
20:24αλλ ουδενος λογον ποιουμαι ουδε εχω την ψυχην μου τιμιαν εμαυτω ως τελειωσαι τον δρομον μου μετα χαρας και την διακονιαν ην ελαβον παρα του κυριου ιησου διαμαρτυρασθαι το ευαγγελιον της χαριτος του θεου
20:25και νυν ιδου εγω οιδα οτι ουκετι οψεσθε το προσωπον μου υμεις παντες εν οις διηλθον κηρυσσων την βασιλειαν του θεου
20:26διοτι μαρτυρομαι υμιν εν τη σημερον ημερα οτι καθαρος εγω απο του αιματος παντων
20:27ου γαρ υπεστειλαμην του μη αναγγειλαι υμιν πασαν την βουλην του θεου
20:28προσεχετε ουν εαυτοις και παντι τω ποιμνιω εν ω υμας το πνευμα το αγιον εθετο επισκοπους ποιμαινειν την εκκλησιαν του κυριου και θεου ην περιεποιησατο δια του ιδιου αιματος
20:29εγω γαρ οιδα τουτο οτι εισελευσονται μετα την αφιξιν μου λυκοι βαρεις εις υμας μη φειδομενοι του ποιμνιου
20:30και εξ υμων αυτων αναστησονται ανδρες λαλουντες διεστραμμενα του αποσπαν τους μαθητας οπισω αυτων
20:31διο γρηγορειτε μνημονευοντες οτι τριετιαν νυκτα και ημεραν ουκ επαυσαμην μετα δακρυων νουθετων ενα εκαστον
20:32και τα νυν παρατιθεμαι υμας αδελφοι τω θεω και τω λογω της χαριτος αυτου τω δυναμενω εποικοδομησαι και δουναι υμιν κληρονομιαν εν τοις ηγιασμενοις πασιν
20:33αργυριου η χρυσιου η ιματισμου ουδενος επεθυμησα
20:34αυτοι γινωσκετε οτι ταις χρειαις μου και τοις ουσιν μετ εμου υπηρετησαν αι χειρες αυται
20:35παντα υπεδειξα υμιν οτι ουτως κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων μνημονευειν τε των λογων του κυριου ιησου οτι αυτος ειπεν μακαριον εστιν μαλλον διδοναι η λαμβανειν
20:36και ταυτα ειπων θεις τα γονατα αυτου συν πασιν αυτοις προσηυξατο
20:37ικανος δε εγενετο κλαυθμος παντων και επιπεσοντες επι τον τραχηλον του παυλου κατεφιλουν αυτον
20:38οδυνωμενοι μαλιστα επι τω λογω ω ειρηκει οτι ουκετι μελλουσιν το προσωπον αυτου θεωρειν προεπεμπον δε αυτον εις το πλοιον
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.