Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

22:1και αποκριθεις ο ιησους παλιν ειπεν αυτοις εν παραβολαις λεγων
22:2ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου
22:3και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν
22:4παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμασα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους
22:5οι δε αμελησαντες απηλθον ο μεν εις τον ιδιον αγρον ο δε εις την εμποριαν αυτου
22:6οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν
22:7και ακουσας ο βασιλευς εκεινος ωργισθη και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν
22:8τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι
22:9πορευεσθε ουν επι τας διεξοδους των οδων και οσους αν ευρητε καλεσατε εις τους γαμους
22:10και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας οσους ευρον πονηρους τε και αγαθους και επλησθη ο γαμος ανακειμενων
22:11εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου
22:12και λεγει αυτω εταιρε πως εισηλθες ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη
22:13τοτε ειπεν ο βασιλευς τοις διακονοις δησαντες αυτου ποδας και χειρας αρατε αυτον και εκβαλετε εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
22:14πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
22:15τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω
22:16και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντες διδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων
22:17ειπε ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου
22:18γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται
22:19επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον
22:20και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη
22:21λεγουσιν αυτω καισαρος τοτε λεγει αυτοις αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω
22:22και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθον
22:23εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι οι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον
22:24λεγοντες διδασκαλε μωσης ειπεν εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου
22:25ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γαμησας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου
22:26ομοιως και ο δευτερος και ο τριτος εως των επτα
22:27υστερον δε παντων απεθανεν και η γυνη
22:28εν τη ουν αναστασει τινος των επτα εσται γυνη παντες γαρ εσχον αυτην
22:29αποκριθεις δε ο ιησους ειπεν αυτοις πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου
22:30εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε εκγαμιζονται αλλ ως αγγελοι του θεου εν ουρανω εισιν
22:31περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος
22:32εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ ουκ εστιν ο θεος θεος νεκρων αλλα ζωντων
22:33και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου
22:34οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο
22:35και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον και λεγων
22:36διδασκαλε ποια εντολη μεγαλη εν τω νομω
22:37ο δε ιησους εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη καρδια σου και εν ολη ψυχη σου και εν ολη τη διανοια σου
22:38αυτη εστιν πρωτη και μεγαλη εντολη
22:39δευτερα δε ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον
22:40εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται
22:41συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους
22:42λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυιδ
22:43λεγει αυτοις πως ουν δαυιδ εν πνευματι κυριον αυτον καλει λεγων
22:44ειπεν ο κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου
22:45ει ουν δαυιδ καλει αυτον κυριον πως υιος αυτου εστιν
22:46και ουδεις εδυνατο αυτω αποκριθηναι λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.