Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

5:1ολως ακουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητις ουδε εν τοις εθνεσιν ονομαζεται ωστε γυναικα τινα του πατρος εχειν
5:2και υμεις πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα εξαρθη εκ μεσου υμων ο το εργον τουτο ποιησας
5:3εγω μεν γαρ ως απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ως παρων τον ουτως τουτο κατεργασαμενον
5:4εν τω ονοματι του κυριου ημων ιησου χριστου συναχθεντων υμων και του εμου πνευματος συν τη δυναμει του κυριου ημων ιησου χριστου
5:5παραδουναι τον τοιουτον τω σατανα εις ολεθρον της σαρκος ινα το πνευμα σωθη εν τη ημερα του κυριου ιησου
5:6ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι
5:7εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθως εστε αζυμοι και γαρ το πασχα ημων υπερ ημων ετυθη χριστος
5:8ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιας και πονηριας αλλ εν αζυμοις ειλικρινειας και αληθειας
5:9εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοις
5:10και ου παντως τοις πορνοις του κοσμου τουτου η τοις πλεονεκταις η αρπαξιν η ειδωλολατραις επει οφειλετε αρα εκ του κοσμου εξελθειν
5:11νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
5:12τι γαρ μοι και τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε
5:13τους δε εξω ο θεος κρινει και εξαρειτε τον πονηρον εξ υμων αυτων
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.