Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

8:1περι δε των ειδωλοθυτων οιδαμεν οτι παντες γνωσιν εχομεν η γνωσις φυσιοι η δε αγαπη οικοδομει
8:2ει δε τις δοκει ειδεναι τι ουδεπω ουδεν εγνωκεν καθως δει γνωναι
8:3ει δε τις αγαπα τον θεον ουτος εγνωσται υπ αυτου
8:4περι της βρωσεως ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδεις θεος ετερος ει μη εις
8:5και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι της γης ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι
8:6αλλ ημιν εις θεος ο πατηρ εξ ου τα παντα και ημεις εις αυτον και εις κυριος ιησους χριστος δι ου τα παντα και ημεις δι αυτου
8:7αλλ ουκ εν πασιν η γνωσις τινες δε τη συνειδησει του ειδωλου εως αρτι ως ειδωλοθυτον εσθιουσιν και η συνειδησις αυτων ασθενης ουσα μολυνεται
8:8βρωμα δε ημας ου παριστησιν τω θεω ουτε γαρ εαν φαγωμεν περισσευομεν ουτε εαν μη φαγωμεν υστερουμεθα
8:9βλεπετε δε μηπως η εξουσια υμων αυτη προσκομμα γενηται τοις ασθενουσιν
8:10εαν γαρ τις ιδη σε τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον ουχι η συνειδησις αυτου ασθενους οντος οικοδομηθησεται εις το τα ειδωλοθυτα εσθιειν
8:11και απολειται ο ασθενων αδελφος επι τη ση γνωσει δι ον χριστος απεθανεν
8:12ουτως δε αμαρτανοντες εις τους αδελφους και τυπτοντες αυτων την συνειδησιν ασθενουσαν εις χριστον αμαρτανετε
8:13διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εις τον αιωνα ινα μη τον αδελφον μου σκανδαλισω
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.