Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

5:1πας γαρ αρχιερευς εξ ανθρωπων λαμβανομενος υπερ ανθρωπων καθισταται τα προς τον θεον ινα προσφερη δωρα τε και θυσιας υπερ αμαρτιων
5:2μετριοπαθειν δυναμενος τοις αγνοουσιν και πλανωμενοις επει και αυτος περικειται ασθενειαν
5:3και δια ταυτην οφειλει καθως περι του λαου ουτως και περι εαυτου προσφερειν υπερ αμαρτιων
5:4και ουχ εαυτω τις λαμβανει την τιμην αλλα ο καλουμενος υπο του θεου καθαπερ και ο ααρων
5:5ουτως και ο χριστος ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησας προς αυτον υιος μου ει συ εγω σημερον γεγεννηκα σε
5:6καθως και εν ετερω λεγει συ ιερευς εις τον αιωνα κατα την ταξιν μελχισεδεκ
5:7ος εν ταις ημεραις της σαρκος αυτου δεησεις τε και ικετηριας προς τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγης ισχυρας και δακρυων προσενεγκας και εισακουσθεις απο της ευλαβειας
5:8καιπερ ων υιος εμαθεν αφ ων επαθεν την υπακοην
5:9και τελειωθεις εγενετο τοις υπακουουσιν αυτω πασιν αιτιος σωτηριας αιωνιου
5:10προσαγορευθεις υπο του θεου αρχιερευς κατα την ταξιν μελχισεδεκ
5:11περι ου πολυς ημιν ο λογος και δυσερμηνευτος λεγειν επει νωθροι γεγονατε ταις ακοαις
5:12και γαρ οφειλοντες ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμας τινα τα στοιχεια της αρχης των λογιων του θεου και γεγονατε χρειαν εχοντες γαλακτος και ου στερεας τροφης
5:13πας γαρ ο μετεχων γαλακτος απειρος λογου δικαιοσυνης νηπιος γαρ εστιν
5:14τελειων δε εστιν η στερεα τροφη των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προς διακρισιν καλου τε και κακου
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.