Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

2:1συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια
2:2πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη
2:3πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μη οινω πολλω δεδουλωμενας καλοδιδασκαλους
2:4ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους
2:5σωφρονας αγνας οικουρους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται
2:6τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν
2:7περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αδιαφθοριαν σεμνοτητα αφθαρσιαν
2:8λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων περι υμων λεγειν φαυλον
2:9δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας
2:10μη νοσφιζομενους αλλα πιστιν πασαν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν του σωτηρος υμων θεου κοσμωσιν εν πασιν
2:11επεφανη γαρ η χαρις του θεου η σωτηριος πασιν ανθρωποις
2:12παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι
2:13προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων ιησου χριστου
2:14ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
2:15ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.