Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

1:1παυλος αποστολος ιησου χριστου δια θεληματος θεου και τιμοθεος ο αδελφος
1:2τοις εν κολασσαις αγιοις και πιστοις αδελφοις εν χριστω χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
1:3ευχαριστουμεν τω θεω και πατρι του κυριου ημων ιησου χριστου παντοτε περι υμων προσευχομενοι
1:4ακουσαντες την πιστιν υμων εν χριστω ιησου και την αγαπην την εις παντας τους αγιους
1:5δια την ελπιδα την αποκειμενην υμιν εν τοις ουρανοις ην προηκουσατε εν τω λογω της αληθειας του ευαγγελιου
1:6του παροντος εις υμας καθως και εν παντι τω κοσμω και εστιν καρποφορουμενον καθως και εν υμιν αφ ης ημερας ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθεια
1:7καθως και εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων ος εστιν πιστος υπερ υμων διακονος του χριστου
1:8ο και δηλωσας ημιν την υμων αγαπην εν πνευματι
1:9δια τουτο και ημεις αφ ης ημερας ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματος αυτου εν παση σοφια και συνεσει πνευματικη
1:10περιπατησαι υμας αξιως του κυριου εις πασαν αρεσκειαν εν παντι εργω αγαθω καρποφορουντες και αυξανομενοι εις την επιγνωσιν του θεου
1:11εν παση δυναμει δυναμουμενοι κατα το κρατος της δοξης αυτου εις πασαν υπομονην και μακροθυμιαν μετα χαρας
1:12ευχαριστουντες τω πατρι τω ικανωσαντι ημας εις την μεριδα του κληρου των αγιων εν τω φωτι
1:13ος ερρυσατο ημας εκ της εξουσιας του σκοτους και μετεστησεν εις την βασιλειαν του υιου της αγαπης αυτου
1:14εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των αμαρτιων
1:15ος εστιν εικων του θεου του αορατου πρωτοτοκος πασης κτισεως
1:16οτι εν αυτω εκτισθη τα παντα τα εν τοις ουρανοις και τα επι της γης τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητες ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εις αυτον εκτισται
1:17και αυτος εστιν προ παντων και τα παντα εν αυτω συνεστηκεν
1:18και αυτος εστιν η κεφαλη του σωματος της εκκλησιας ος εστιν αρχη πρωτοτοκος εκ των νεκρων ινα γενηται εν πασιν αυτος πρωτευων
1:19οτι εν αυτω ευδοκησεν παν το πληρωμα κατοικησαι
1:20και δι αυτου αποκαταλλαξαι τα παντα εις αυτον ειρηνοποιησας δια του αιματος του σταυρου αυτου δι αυτου ειτε τα επι της γης ειτε τα εν τοις ουρανοις
1:21και υμας ποτε οντας απηλλοτριωμενους και εχθρους τη διανοια εν τοις εργοις τοις πονηροις νυνι δε αποκατηλλαξεν
1:22εν τω σωματι της σαρκος αυτου δια του θανατου παραστησαι υμας αγιους και αμωμους και ανεγκλητους κατενωπιον αυτου
1:23ειγε επιμενετε τη πιστει τεθεμελιωμενοι και εδραιοι και μη μετακινουμενοι απο της ελπιδος του ευαγγελιου ου ηκουσατε του κηρυχθεντος εν παση τη κτισει τη υπο τον ουρανον ου εγενομην εγω παυλος διακονος
1:24 νυν χαιρω εν τοις παθημασιν μου υπερ υμων και ανταναπληρω τα υστερηματα των θλιψεων του χριστου εν τη σαρκι μου υπερ του σωματος αυτου ο εστιν η εκκλησια
1:25ης εγενομην εγω διακονος κατα την οικονομιαν του θεου την δοθεισαν μοι εις υμας πληρωσαι τον λογον του θεου
1:26το μυστηριον το αποκεκρυμμενον απο των αιωνων και απο των γενεων νυνι δε εφανερωθη τοις αγιοις αυτου
1:27οις ηθελησεν ο θεος γνωρισαι τις ο πλουτος της δοξης του μυστηριου τουτου εν τοις εθνεσιν ος εστιν χριστος εν υμιν η ελπις της δοξης
1:28ον ημεις καταγγελλομεν νουθετουντες παντα ανθρωπον και διδασκοντες παντα ανθρωπον εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελειον εν χριστω ιησου
1:29εις ο και κοπιω αγωνιζομενος κατα την ενεργειαν αυτου την ενεργουμενην εν εμοι εν δυναμει
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.