Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

12:1εν οις επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλους ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον προσεχετε εαυτοις απο της ζυμης των φαρισαιων ητις εστιν υποκρισις
12:2ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται
12:3ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προς το ους ελαλησατε εν τοις ταμειοις κηρυχθησεται επι των δωματων
12:4λεγω δε υμιν τοις φιλοις μου μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι
12:5υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εξουσιαν εχοντα εμβαλειν εις την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε
12:6ουχι πεντε στρουθια πωλειται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου
12:7αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται μη ουν φοβεισθε πολλων στρουθιων διαφερετε
12:8λεγω δε υμιν πας ος αν ομολογηση εν εμοι εμπροσθεν των ανθρωπων και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου
12:9ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου
12:10και πας ος ερει λογον εις τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται
12:11οταν δε προσφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας μη μεριμνατε πως η τι απολογησησθε η τι ειπητε
12:12το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν
12:13ειπεν δε τις αυτω εκ του οχλου διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν
12:14ο δε ειπεν αυτω ανθρωπε τις με κατεστησεν δικαστην η μεριστην εφ υμας
12:15ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο της πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτου
12:16ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα
12:17και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου
12:18και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου
12:19και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα κειμενα εις ετη πολλα αναπαυου φαγε πιε ευφραινου
12:20ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασας τινι εσται
12:21ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων
12:22ειπεν δε προς τους μαθητας αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε
12:23η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος
12:24κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων
12:25τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα
12:26ει ουν ουτε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε
12:27κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων
12:28ει δε τον χορτον εν τω αγρω σημερον οντα και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεννυσιν ποσω μαλλον υμας ολιγοπιστοι
12:29και υμεις μη ζητειτε τι φαγητε η τι πιητε και μη μετεωριζεσθε
12:30ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων
12:31πλην ζητειτε την βασιλειαν του θεου και ταυτα παντα προστεθησεται υμιν
12:32μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν
12:33πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοις ουρανοις οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει
12:34οπου γαρ εστιν ο θησαυρος υμων εκει και η καρδια υμων εσται
12:35εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι
12:36και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυσει εκ των γαμων ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω
12:37μακαριοι οι δουλοι εκεινοι ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις
12:38και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτως μακαριοι εισιν οι δουλοι εκεινοι
12:39τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αν αφηκεν διορυγηναι τον οικον αυτου
12:40και υμεις ουν γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται
12:41ειπεν δε αυτω ο πετρος κυριε προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας
12:42ειπεν δε ο κυριος τις αρα εστιν ο πιστος οικονομος και φρονιμος ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω το σιτομετριον
12:43μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως
12:44αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον
12:45εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου χρονιζει ο κυριος μου ερχεσθαι και αρξηται τυπτειν τους παιδας και τας παιδισκας εσθιειν τε και πινειν και μεθυσκεσθαι
12:46ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μερος αυτου μετα των απιστων θησει
12:47εκεινος δε ο δουλος ο γνους το θελημα του κυριου εαυτου και μη ετοιμασας μηδε ποιησας προς το θελημα αυτου δαρησεται πολλας
12:48ο δε μη γνους ποιησας δε αξια πληγων δαρησεται ολιγας παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον
12:49πυρ ηλθον βαλειν εις την γην και τι θελω ει ηδη ανηφθη
12:50βαπτισμα δε εχω βαπτισθηναι και πως συνεχομαι εως ου τελεσθη
12:51δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον
12:52εσονται γαρ απο του νυν πεντε εν οικω ενι διαμεμερισμενοι τρεις επι δυσιν και δυο επι τρισιν
12:53διαμερισθησεται πατηρ εφ υιω και υιος επι πατρι μητηρ επι θυγατρι και θυγατηρ επι μητρι πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν αυτης
12:54ελεγεν δε και τοις οχλοις οταν ιδητε την νεφελην ανατελλουσαν απο δυσμων ευθεως λεγετε ομβρος ερχεται και γινεται ουτως
12:55και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται
12:56υποκριται το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν τον δε καιρον τουτον πως ου δοκιμαζετε
12:57τι δε και αφ εαυτων ου κρινετε το δικαιον
12:58ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δος εργασιαν απηλλαχθαι απ αυτου μηποτε κατασυρη σε προς τον κριτην και ο κριτης σε παραδω τω πρακτορι και ο πρακτωρ σε βαλλη εις φυλακην
12:59λεγω σοι ου μη εξελθης εκειθεν εως ου και το εσχατον λεπτον αποδως
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.