Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

2:1αποθεμενοι ουν πασαν κακιαν και παντα δολον και υποκρισεις και φθονους και πασας καταλαλιας
2:2ως αρτιγεννητα βρεφη το λογικον αδολον γαλα επιποθησατε ινα εν αυτω αυξηθητε
2:3ειπερ εγευσασθε οτι χρηστος ο κυριος
2:4προς ον προσερχομενοι λιθον ζωντα υπο ανθρωπων μεν αποδεδοκιμασμενον παρα δε θεω εκλεκτον εντιμον
2:5και αυτοι ως λιθοι ζωντες οικοδομεισθε οικος πνευματικος ιερατευμα αγιον ανενεγκαι πνευματικας θυσιας ευπροσδεκτους τω θεω δια ιησου χριστου
2:6διοτι περιεχει εν τη γραφη ιδου τιθημι εν σιων λιθον ακρογωνιαιον εκλεκτον εντιμον και ο πιστευων επ αυτω ου μη καταισχυνθη
2:7υμιν ουν η τιμη τοις πιστευουσιν απειθουσιν δε λιθον ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας
2:8και λιθος προσκομματος και πετρα σκανδαλου οι προσκοπτουσιν τω λογω απειθουντες εις ο και ετεθησαν
2:9υμεις δε γενος εκλεκτον βασιλειον ιερατευμα εθνος αγιον λαος εις περιποιησιν οπως τας αρετας εξαγγειλητε του εκ σκοτους υμας καλεσαντος εις το θαυμαστον αυτου φως
2:10οι ποτε ου λαος νυν δε λαος θεου οι ουκ ηλεημενοι νυν δε ελεηθεντες
2:11αγαπητοι παρακαλω ως παροικους και παρεπιδημους απεχεσθαι των σαρκικων επιθυμιων αιτινες στρατευονται κατα της ψυχης
2:12την αναστροφην υμων εχοντες καλην εν τοις εθνεσιν ινα εν ω καταλαλουσιν υμων ως κακοποιων εκ των καλων εργων εποπτευσαντες δοξασωσιν τον θεον εν ημερα επισκοπης
2:13υποταγητε ουν παση ανθρωπινη κτισει δια τον κυριον ειτε βασιλει ως υπερεχοντι
2:14ειτε ηγεμοσιν ως δι αυτου πεμπομενοις εις εκδικησιν κακοποιων επαινον δε αγαθοποιων
2:15οτι ουτως εστιν το θελημα του θεου αγαθοποιουντας φιμουν την των αφρονων ανθρωπων αγνωσιαν
2:16ως ελευθεροι και μη ως επικαλυμμα εχοντες της κακιας την ελευθεριαν αλλ ως δουλοι θεου
2:17παντας τιμησατε την αδελφοτητα αγαπησατε τον θεον φοβεισθε τον βασιλεα τιματε
2:18οι οικεται υποτασσομενοι εν παντι φοβω τοις δεσποταις ου μονον τοις αγαθοις και επιεικεσιν αλλα και τοις σκολιοις
2:19τουτο γαρ χαρις ει δια συνειδησιν θεου υποφερει τις λυπας πασχων αδικως
2:20ποιον γαρ κλεος ει αμαρτανοντες και κολαφιζομενοι υπομενειτε αλλ ει αγαθοποιουντες και πασχοντες υπομενειτε τουτο χαρις παρα θεω
2:21εις τουτο γαρ εκληθητε οτι και χριστος επαθεν υπερ ημων υμιν υπολιμπανων υπογραμμον ινα επακολουθησητε τοις ιχνεσιν αυτου
2:22ος αμαρτιαν ουκ εποιησεν ουδε ευρεθη δολος εν τω στοματι αυτου
2:23ος λοιδορουμενος ουκ αντελοιδορει πασχων ουκ ηπειλει παρεδιδου δε τω κρινοντι δικαιως
2:24ος τας αμαρτιας ημων αυτος ανηνεγκεν εν τω σωματι αυτου επι το ξυλον ινα ταις αμαρτιαις απογενομενοι τη δικαιοσυνη ζησωμεν ου τω μωλωπι αυτου ιαθητε
2:25ητε γαρ ως προβατα πλανωμενα αλλ επεστραφητε νυν επι τον ποιμενα και επισκοπον των ψυχων υμων
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.