Loading...

Textus Receptus Bibles

Byzantine Majority Text 2000

New Testament

 

   

10:1αυτος δε εγω παυλος παρακαλω υμας δια της πραοτητος και επιεικειας του χριστου ος κατα προσωπον μεν ταπεινος εν υμιν απων δε θαρρω εις υμας
10:2δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας
10:3εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα
10:4τα γαρ οπλα της στρατειας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων
10:5λογισμους καθαιρουντες και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του χριστου
10:6και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην οταν πληρωθη υμων η υπακοη
10:7τα κατα προσωπον βλεπετε ει τις πεποιθεν εαυτω χριστου ειναι τουτο λογιζεσθω παλιν αφ εαυτου οτι καθως αυτος χριστου ουτως και ημεις χριστου
10:8εαν τε γαρ και περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων ης εδωκεν ο κυριος ημιν εις οικοδομην και ουκ εις καθαιρεσιν υμων ουκ αισχυνθησομαι
10:9ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων
10:10οτι αι μεν επιστολαι φησιν βαρειαι και ισχυραι η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος
10:11τουτο λογιζεσθω ο τοιουτος οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες τοιουτοι και παροντες τω εργω
10:12ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτους τισιν των εαυτους συνιστανοντων αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συγκρινοντες εαυτους εαυτοις ου συνιουσιν
10:13ημεις δε ουχι εις τα αμετρα καυχησομεθα αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο θεος μετρου εφικεσθαι αχρι και υμων
10:14ου γαρ ως μη εφικνουμενοι εις υμας υπερεκτεινομεν εαυτους αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου
10:15ουκ εις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις ελπιδα δε εχοντες αυξανομενης της πιστεως υμων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσειαν
10:16εις τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι
10:17ο δε καυχωμενος εν κυριω καυχασθω
10:18ου γαρ ο εαυτον συνιστων εκεινος εστιν δοκιμος αλλ ον ο κυριος συνιστησιν
Byzantine Majority Text

Byzantine Majority Text

New Testament

The Byzantine Majority Text is the edition by Pierpont and Robinson. It is similar to an earlier production of Hodges and Farstad in being based on von Soden's apparatus, but without their stemmatic reconstruction of the Apocalypse and the Pericope Adulterae.

The Majority Text, also known as the Byzantine Text, is a method of determining the original reading of a Scripture by discovering what reading occurs in a majority of the manuscripts. As the Greek New Testament was copied hundreds of times over 1500 years, the scribes, as careful as they were, occasionally made mistakes. The vast majority of these mistakes are in misspellings, or in whether "the" or a preposition occurs. The testimony of the thousands of manuscripts over 1500 years is entirely consistent on all the key issues of the Christian faith.