Loading...

Textus Receptus Bibles

Textus Receptus (Stephanus 1550)

New Testament

 

   

3:1μη πολλοι διδασκαλοι γινεσθε αδελφοι μου ειδοτες οτι μειζον κριμα ληψομεθα
3:2πολλα γαρ πταιομεν απαντες ει τις εν λογω ου πταιει ουτος τελειος ανηρ δυνατος χαλιναγωγησαι και ολον το σωμα
3:3ιδου των ιππων τους χαλινους εις τα στοματα βαλλομεν προς το πειθεσθαι αυτους ημιν και ολον το σωμα αυτων μεταγομεν
3:4ιδου και τα πλοια τηλικαυτα οντα και υπο σκληρων ανεμων ελαυνομενα μεταγεται υπο ελαχιστου πηδαλιου οπου αν η ορμη του ευθυνοντος βουληται
3:5ουτως και η γλωσσα μικρον μελος εστιν και μεγαλαυχει ιδου ολιγον πυρ ηλικην υλην αναπτει
3:6και η γλωσσα πυρ ο κοσμος της αδικιας ουτως η γλωσσα καθισταται εν τοις μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον της γενεσεως και φλογιζομενη υπο της γεεννης
3:7πασα γαρ φυσις θηριων τε και πετεινων ερπετων τε και εναλιων δαμαζεται και δεδαμασται τη φυσει τη ανθρωπινη
3:8την δε γλωσσαν ουδεις δυναται ανθρωπων δαμασαι ακατασχετον κακον μεστη ιου θανατηφορου
3:9εν αυτη ευλογουμεν τον θεον και πατερα και εν αυτη καταρωμεθα τους ανθρωπους τους καθ ομοιωσιν θεου γεγονοτας
3:10εκ του αυτου στοματος εξερχεται ευλογια και καταρα ου χρη αδελφοι μου ταυτα ουτως γινεσθαι
3:11μητι η πηγη εκ της αυτης οπης βρυει το γλυκυ και το πικρον
3:12μη δυναται αδελφοι μου συκη ελαιας ποιησαι η αμπελος συκα ουτως ουδεμια πηγη αλυκον και γλυκυ ποιησαι υδωρ
3:13τις σοφος και επιστημων εν υμιν δειξατω εκ της καλης αναστροφης τα εργα αυτου εν πραυτητι σοφιας
3:14ει δε ζηλον πικρον εχετε και εριθειαν εν τη καρδια υμων μη κατακαυχασθε και ψευδεσθε κατα της αληθειας
3:15ουκ εστιν αυτη η σοφια ανωθεν κατερχομενη αλλ επιγειος ψυχικη δαιμονιωδης
3:16οπου γαρ ζηλος και εριθεια εκει ακαταστασια και παν φαυλον πραγμα
3:17η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν επειτα ειρηνικη επιεικης ευπειθης μεστη ελεους και καρπων αγαθων αδιακριτος και ανυποκριτος
3:18καρπος δε της δικαιοσυνης εν ειρηνη σπειρεται τοις ποιουσιν ειρηνην
Textus Receptus (Stephanus 1550)

Textus Receptus (Stephanus 1550)

Robert Estienne (known as Stephanus) (1503-1559) edited and printed four editions of the Textus Receptus from 1546 to 1551. His third edition of 1550 was the first to have a critical apparatus, with references to the Complutensian Polyglot and fifteen additional Greek manuscripts. The fourth edition of 1551 had the same Greek text as the third, but is especially noteworthy for its division of the NT books into chapters and verses, a system still in use today.