Loading...

Textus Receptus Bibles

Byzantine Majority Text (Family 35)

New Testament

 

   

5:1τη ελευθερια ουν η χριστος ημας ηλευθερωσεν στηκετε και μη παλιν ζυγω δουλειας ενεχεσθε
5:2ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει
5:3μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι
5:4κατηργηθητε απο του χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσετε
5:5ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα
5:6εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη
5:7ετρεχετε καλως τις υμας ενεκοψεν τη αληθεια μη πειθεσθαι
5:8η πεισμονη ουκ εκ του καλουντος υμας
5:9μικρα ζυμη ολον το φυραμα ζυμοι
5:10εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις αν η
5:11εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου
5:12οφελον και αποκοψονται οι αναστατουντες υμας
5:13υμεις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην τη σαρκι αλλα δια της αγαπης δουλευετε αλληλοις
5:14ο γαρ πας νομος εν ενι λογω πληρουται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον
5:15ει δε αλληλους δακνετε και κατεσθιετε βλεπετε μη υπο αλληλων αναλωθητε
5:16λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε
5:17η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα δε αντικειται αλληλοις ινα μη α αν θελητε ταυτα ποιητε
5:18ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον
5:19φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν μοιχεια πορνεια ακαθαρσια ασελγεια
5:20ειδωλολατρια φαρμακεια εχθραι ερις ζηλοι θυμοι εριθειαι διχοστασιαι αιρεσεις
5:21φθονοι φονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως και προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν
5:22ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις
5:23πραοτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος
5:24οι δε του χριστου την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις
5:25ει ζωμεν πνευματι πνευματι και στοιχωμεν
5:26μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες
Majority Text (Family 35)

Byzantine Majority Text (Family 35)

New Testament

This is Wilbur Pickering's text representing the F35 (Family 35) group of Byzantine manuscripts. Wilbur N. Pickering, ThM PhD has written many books and articles in defence of the Majority Text. He has made his work available online at: PRUNCH.