Loading...

Textus Receptus Bibles

Textus Receptus (Beza 1598)

New Testament

 

   

6:1εν δε ταις ημεραις ταυταις πληθυνοντων των μαθητων εγενετο γογγυσμος των ελληνιστων προς τους εβραιους οτι παρεθεωρουντο εν τη διακονια τη καθημερινη αι χηραι αυτων
6:2προσκαλεσαμενοι δε οι δωδεκα το πληθος των μαθητων ειπον ουκ αρεστον εστιν ημας καταλειψαντας τον λογον του θεου διακονειν τραπεζαις
6:3επισκεψασθε ουν αδελφοι ανδρας εξ υμων μαρτυρουμενους επτα πληρεις πνευματος αγιου και σοφιας ους καταστησομεν επι της χρειας ταυτης
6:4ημεις δε τη προσευχη και τη διακονια του λογου προσκαρτερησομεν
6:5και ηρεσεν ο λογος ενωπιον παντος του πληθους και εξελεξαντο στεφανον ανδρα πληρη πιστεως και πνευματος αγιου και φιλιππον και προχορον και νικανορα και τιμωνα και παρμεναν και νικολαον προσηλυτον αντιοχεα
6:6ους εστησαν ενωπιον των αποστολων και προσευξαμενοι επεθηκαν αυτοις τας χειρας
6:7και ο λογος του θεου ηυξανεν και επληθυνετο ο αριθμος των μαθητων εν ιερουσαλημ σφοδρα πολυς τε οχλος των ιερεων υπηκουον τη πιστει
6:8στεφανος δε πληρης πιστεως και δυναμεως εποιει τερατα και σημεια μεγαλα εν τω λαω
6:9ανεστησαν δε τινες των εκ της συναγωγης της λεγομενης λιβερτινων και κυρηναιων και αλεξανδρεων και των απο κιλικιας και ασιας συζητουντες τω στεφανω
6:10και ουκ ισχυον αντιστηναι τη σοφια και τω πνευματι ω ελαλει
6:11τοτε υπεβαλον ανδρας λεγοντας οτι ακηκοαμεν αυτου λαλουντος ρηματα βλασφημα εις μωσην και τον θεον
6:12συνεκινησαν τε τον λαον και τους πρεσβυτερους και τους γραμματεις και επισταντες συνηρπασαν αυτον και ηγαγον εις το συνεδριον
6:13εστησαν τε μαρτυρας ψευδεις λεγοντας ο ανθρωπος ουτος ου παυεται ρηματα βλασφημα λαλων κατα του τοπου του αγιου τουτου και του νομου
6:14ακηκοαμεν γαρ αυτου λεγοντος οτι ιησους ο ναζωραιος ουτος καταλυσει τον τοπον τουτον και αλλαξει τα εθη α παρεδωκεν ημιν μωυσης
6:15και ατενισαντες εις αυτον απαντες οι καθεζομενοι εν τω συνεδριω ειδον το προσωπον αυτου ωσει προσωπον αγγελου
Textus Receptus (Beza 1598)

Textus Receptus (Beza 1598)

Theodore Beza, Novum Testamentum. 4th folio edition. Geneva, 1598.

The basis of Beza's text was the Stephanus 1551 edition (which adds verse numbering to his 1550 edition), which in turn was substantially that of Erasmus' later editions. Beza made only a few minor changes to the Stephanus text, amounting to less than a hundred. Over a dozen of these changes where to the Bible book titles and did not affect the body of the text. Further to this, many of his changes where to diacritical accent markings which had little or no affect on any subsequent translation to English.

Beza was a prominent theologian and scholar in Geneva, and his changes were generally taken to be improvements upon the text. Despite his qualifications, he seems not to have applied himself to the improvement of the Stephanus text but his annotations to the text where of interest to later scholars. His 1598 text was the one most often followed by the translators of the King James version, and it also became the basis of the later Elzevir editions of 1624, which on the continent held a place comparable to the Stephanus editions in England.