Loading...

Textus Receptus Bibles

Textus Receptus (Beza 1598)

New Testament

 

   

7:1και συναγονται προς αυτον οι φαρισαιοι και τινες των γραμματεων ελθοντες απο ιεροσολυμων
7:2και ιδοντες τινας των μαθητων αυτου κοιναις χερσιν τουτ εστιν ανιπτοις εσθιοντας αρτους εμεμψαντο
7:3οι γαρ φαρισαιοι και παντες οι ιουδαιοι εαν μη πυγμη νιψωνται τας χειρας ουκ εσθιουσιν κρατουντες την παραδοσιν των πρεσβυτερων
7:4και απο αγορας εαν μη βαπτισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμους ποτηριων και ξεστων και χαλκιων και κλινων
7:5επειτα επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεις δια τι οι μαθηται σου ου περιπατουσιν κατα την παραδοσιν των πρεσβυτερων αλλα ανιπτοις χερσιν εσθιουσιν τον αρτον
7:6ο δε αποκριθεις ειπεν αυτοις οτι καλως προεφητευσεν ησαιας περι υμων των υποκριτων ως γεγραπται ουτος ο λαος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου
7:7ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων
7:8αφεντες γαρ την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων βαπτισμους ξεστων και ποτηριων και αλλα παρομοια τοιαυτα πολλα ποιειτε
7:9και ελεγεν αυτοις καλως αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε
7:10μωσης γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω
7:11υμεις δε λεγετε εαν ειπη ανθρωπος τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθης
7:12και ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι αυτου η τη μητρι αυτου
7:13ακυρουντες τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε
7:14και προσκαλεσαμενος παντα τον οχλον ελεγεν αυτοις ακουετε μου παντες και συνιετε
7:15ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται αυτον κοινωσαι αλλα τα εκπορευομενα απ αυτου εκεινα εστιν τα κοινουντα τον ανθρωπον
7:16ει τις εχει ωτα ακουειν ακουετω
7:17και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου περι της παραβολης
7:18και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι
7:19οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζον παντα τα βρωματα
7:20ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον
7:21εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται μοιχειαι πορνειαι φονοι
7:22κλοπαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη
7:23παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον
7:24και εκειθεν αναστας απηλθεν εις τα μεθορια τυρου και σιδωνος και εισελθων εις την οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν
7:25ακουσασα γαρ γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου
7:26ην δε η γυνη ελληνις συροφοινισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλλη εκ της θυγατρος αυτης
7:27ο δε ιησους ειπεν αυτη αφες πρωτον χορτασθηναι τα τεκνα ου γαρ καλον εστιν λαβειν τον αρτον των τεκνων και βαλειν τοις κυναριοις
7:28η δε απεκριθη και λεγει αυτω ναι κυριε και γαρ τα κυναρια υποκατω της τραπεζης εσθιει απο των ψιχιων των παιδιων
7:29και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν το δαιμονιον εκ της θυγατρος σου
7:30και απελθουσα εις τον οικον αυτης ευρεν το δαιμονιον εξεληλυθος και την θυγατερα βεβλημενην επι της κλινης
7:31και παλιν εξελθων εκ των οριων τυρου και σιδωνος ηλθεν προς την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων δεκαπολεως
7:32και φερουσιν αυτω κωφον μογιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα
7:33και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και πτυσας ηψατο της γλωσσης αυτου
7:34και αναβλεψας εις τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι
7:35και ευθεως διηνοιχθησαν αυτου αι ακοαι και ελυθη ο δεσμος της γλωσσης αυτου και ελαλει ορθως
7:36και διεστειλατο αυτοις ινα μηδενι ειπωσιν οσον δε αυτος αυτοις διεστελλετο μαλλον περισσοτερον εκηρυσσον
7:37και υπερπερισσως εξεπλησσοντο λεγοντες καλως παντα πεποιηκεν και τους κωφους ποιει ακουειν και τους αλαλους λαλειν
Textus Receptus (Beza 1598)

Textus Receptus (Beza 1598)

Theodore Beza, Novum Testamentum. 4th folio edition. Geneva, 1598.

The basis of Beza's text was the Stephanus 1551 edition (which adds verse numbering to his 1550 edition), which in turn was substantially that of Erasmus' later editions. Beza made only a few minor changes to the Stephanus text, amounting to less than a hundred. Over a dozen of these changes where to the Bible book titles and did not affect the body of the text. Further to this, many of his changes where to diacritical accent markings which had little or no affect on any subsequent translation to English.

Beza was a prominent theologian and scholar in Geneva, and his changes were generally taken to be improvements upon the text. Despite his qualifications, he seems not to have applied himself to the improvement of the Stephanus text but his annotations to the text where of interest to later scholars. His 1598 text was the one most often followed by the translators of the King James version, and it also became the basis of the later Elzevir editions of 1624, which on the continent held a place comparable to the Stephanus editions in England.